Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΕΣΠΕΡΑΣ
ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ
Μετὰ τὸν Προοιμιακὸν εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν τὰ ἑπόμενα, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος πλ. δ'
Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. (Δίς)
Ἤλθεν ὁ Σωτὴρ σήμερον, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πληρῶσαι τὴν γραφήν, καὶ πάντες ἔλαβον ἐν ταῖς χερσὶ βαΐα, τοὺς δὲ χιτῶνας ὑπεστρώννυον αὐτῷ, γινώσκοντες, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. (Δίς)
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς. Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων, καὶ φιλάνθρωπος. (Δίς)
Δόξα...
Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Καὶ νῦν...
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς. Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων, καὶ φιλάνθρωπος.
Προκείμενον Ἦχος πλ. δ'
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι, Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου.
Εἰς τὰ Ἀπόστιχα
Ἰδιόμελα Ἦχος β'
Ἐκ βαΐων καὶ κλάδων, ὡς ἐκ θείας Ἑορτῆς εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ Παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον, καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον, αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες· Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοι.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Ἦχος γ'
Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χεῖρας Θεοῦ ζῶντος, οὗτος Κριτὴς ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεὶς εἰσέλθῃ πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ' ἐν πραότητι καὶ φόβῳ, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.
Στίχ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Ἦχος βαρὺς
Συναγωγὴ πονηρὰ καὶ μοιχαλίς, ἡ τῷ ἰδίῳ ἀνδρί, μὴ φυλάξασα πίστιν, τί κατέχεις διαθήκην, ἧς οὐκ ᾖς κληρονόμος; τί καυχᾶσαι ἐν Πατρί, τὸν Υἱὸν ἀθετήσασα; τοὺς Προφήτας οὐκ ἐδέξω, τὸν ΥἹὸν καταγγείλαντας; Κἂν τὰ ἴδια τέκνα αἰσχύνθητι, οὕτω βοῶντα· Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Δόξα...
Ἐκ βαΐων καὶ κλάδων, ὡς ἐκ θείας Ἑορτῆς εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ Παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον, καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον, αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες· Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοι.
Καὶ νῦν ...
Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χεῖρας Θεοῦ ζῶντος, οὗτος Κριτής ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεὶς εἰσέλθῃ πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ' ἐν πραότητι καὶ φόβῳ, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.
Ἀπολυτίκιον Ἦχος πλ. α' ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Τῌ ΑΥΤῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ψάλλομεν τὸ ἑπόμενον Τριῴδιον. Ποίημα τοῦ κυρίου Ἀνδρέου Κρήτης.
ᾨδὴ α' Ἦχος πλ. δ'
Τῷ συντρίψαντι ΤΟ ΑΚΟΥΤΕ
Ἰωσὴφ τὴν σωφροσύνην, μιμησώμεθα πιστοί, γνῶμεν τὸν τιμήσαντα, τὴν τῶν ἀνθρώπων λογικὴν οὐσίαν, πάσῃ φυλακῇ πολιτευσάμενοι, δι' ἀρετῆς πρακτικῆς.
Τῶν καλῶν ἡ ἀπραξία, ὡμοιώθη τῇ συκῇ· ταύτην οὖν ἐκκλίνωμεν, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, τὴν συναγωγὴν φύλλοις πυκάζουσαν, προϋπογράφουσα.
Τὴν εἰκόνα τοῦ Δεσπότου, ὑπογράφων Ἰωσήφ, λάκκῳ κατατίθεται, ἀπεμπολεῖται ὑπὸ τῶν συγγόνων, πάντα ὑπομένει ὁ ἀοίδιμος, εἰς τύπον ὄντως Χριστοῦ.
Τῆς συκῆς τὴν ἀκαρπίαν, ἐκφυγόντες ἀδελφοί, γνῶμεν τὸ ὑπόδειγμα, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, ὅτε ἐπανάγων ὁ φιλάνθρωπος, ἦλθε πεινῶν ἐπ' αὐτήν.
Ἰησοῦς ὑπὲρ τοῦ Κόσμου, ἐπειγόμενος παθεῖν, θέλων συνανέρχεται, τοῖς Μαθηταῖς αὐτοῦ, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πρὸς τὸ ἑκούσιον, Πάθος, ὃ ἦλθε παθεῖν.
Κολληθέντες τῷ Κυρίῳ, πάντα σπεύδοντι παθεῖν, ἕτοιμοι γενώμεθα, πρὸς ἐμπαιγμόν, πρὸς ἐμπτυσμούς, πρὸς χλεύην, ὅπως τοῖς ἀχράντοις αὐτοῦ Πάθεσι, συνδοξασθῶμεν πιστοί.
Πάθη πάθεσιν ἰᾶται, ὁ παθὼν ὑπὲρ ἡμῶν· θέλων γὰρ προσίεται, τῇ καθ' ἡμᾶς ἀνθρωπίνῃ οὐσίᾳ, τὰ ζωοποιὰ αὐτοῦ Παθήματα, ἵνα σωθῶμεν ἡμεῖς.
Δόξα...
Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.
Καὶ νῦν ... Θεοτοκίον
Ἡ μὲν ῥάβδος Μωϋσέως, καὶ ἡ ῥάβδος Ἀαρών, ξένην μεταποίησιν, καὶ ὑπὲρ νοῦν οἰκονομίαν ἔσχον, σοῦ δὲ ἡ νηδὺς Θεογεννήτρια, τόκον καινίζει καινόν.
Κάθισμα Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς συκῆς τὸ ἔγκλημα, μή σε προφθάσῃ, ἀλλ' εὐκάρπους σπούδασον, καρδίας αὔλαξι ψυχή, τῷ ποιητῇ σου Χριστῷ ἀγαγεῖν, ἐν μετανοίᾳ αὐτῷ προσκομίζουσα.
ᾨδὴ η'
Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα ΤΟ ΑΚΟΥΤΕ
Σωφροσύνῃ, κοσμήσαντες τὸν βίον, καὶ φρονήσει, φυλάξαντες τὴν πίστιν, δικαιοσύνης τρόπους πορισώμεθα, ἵνα ἐν ἀνδρείᾳ, συνακολουθοῦντες, Χριστῷ συσταυρωθῶμεν.
Ἄλλην Εὔαν, εὑρὼν τὴν Αἰγυπτίαν, οὐκ ἐκλάπη, πρὸς ἀνοσιουργίαν, ὁ Πατριάρχης Ἰωσήφ, ἀλλ' ἕστηκεν, ὥσπερ τις ἀδάμας, ὑπὸ τῶν παθῶν, μὴ ἁλοὺς τῆς ἁμαρτίας.
Παροδεύων, τοῦ βίου τὰς πορείας, ὁ Σωτήρ μου, ἐπείνασας βουλήσει, τὴν σωτηρίαν πάντων ἐφιέμενος· τοῦτο γὰρ ἐπείνας, τὴν ἐπιστροφήν, τῶν ἐκ σοῦ ἀποσφαλέντων.
Ὁ Προπάτωρ, γευσάμενος τοῦ ξύλου, ὡς ἐγνώσθη, γυμνὸς κατῃσχυμμένος, φύλλα συκῆς λαβὼν περιεζώσατο· τὴν συναγωγὴν γάρ, ἀπογυμνωθεῖσαν, Χριστοῦ προδιετύπου.
Ἑτοιμάζου, ψυχὴ πρὸ τῆς ἐξόδου, εὐτρεπίζου, πρὸς τὸν ἐκεῖθεν βίον, καὶ τῷ Χριστῷ παθεῖν διὰ σὲ σπεύδοντι, ἵνα σὲ δοξάσῃ, σπεῦσον συμπαθεῖν, καὶ θανεῖν καὶ σταυρωθῆναι.
Πῶς μὴ φρίξῃ, ὁ θάνατος Σωτήρ μου; πῶς μὴ πτήξῃ, ὁ ᾍδης συναντῶν σοι, κατ εὐδοκίαν πρὸς τὸ Πάθος σπεύδοντι, καὶ ὑπὲρ ἀδίκων, δίκαιον ὁρῶν σε, παθεῖν ἐληλυθότα;
Τοῦ Λαζάρου, τὴν ἔγερσιν ὁρῶντες, Ἰουδαῖοι, Ἱερεῖς καὶ Λευΐται, συνωμοσίαν φθόνῳ συσκευάσαντες, δόλῳ προδοσίας, τὸν Χριστὸν προδίδουν, εἰς θάνατον Πιλάτῳ.
Ἡ Ἀμνάς σου, καὶ δούλη καὶ Παρθένος, πρὸς τὸ Πάθος, ὁρμῶντά σε ὁρῶσα, καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν προθέμενον, τὸν καλὸν Ποιμένα, σπλάγχνοις μητρικοῖς, ἐπὶ σοὶ προσωδυνᾶτο.
Δόξα...
Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, Πάτερ Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον
Δυσωπεῖ σε, Χριστὲ ἡ, Θεοτόκος, ἱκετεύει, τῶν Μαθητῶν ὁ δῆμος. Τὴν σὴν εἰρήνην δώρησαι τῷ Κόσμω σου, καὶ τοὺς οἰκτιρμούς σου, χάρισαι πλουσίως, ἡμῖν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ἀλλότριον τῶν μητέρων ΤΟ ΑΚΟΥΤΕ
Ἀλλότριον τῶν ἀσέμνων ἡ σωφροσύνη καὶ ξένον τοῖς δικαίοις ἡ παρανομία. Ἰωσὴφ δὲ ὁ μέγας, ἐξέκλινε τὴν ἁμαρτίαν, καὶ σωφροσύνης ἐχρημάτισεν εἰκών, καὶ τύπος ὄντως Χριστοῦ.
Ἀλλότριον τῶν ἀνόμων ἡ εὐνομία, καὶ ξένον τοῖς ἀπίστοις ἡ θεογνωσία, Ἰουδαῖοι δὲ ταῦτα, ἀπώσαντο δι' ἀνομίαν· διὸ καὶ μόνοι ἐκληρώσαντο, καθάπερ ἡ συκῆ τὴν ἀράν.
Ἐπείνασε τῶν ἀνθρώπων τὴν σωτηρίαν, ζωῆς ὑπάρχων ἄρτος, ὁ Χριστὸς καὶ Θεός, μου, ὡς συκῆν δὲ προφθάσας, τὴν ἄκαρπον συναγωγήν, φύλλοις κομῶσαν νομικοῖς αὐτήν, ὡς εἶδε κατηράσατο.
Τὴν νομικὴν ἀκαρπίαν προκατηράσω, ὡς φύλλα ἐξανθοῦσαν, τοῦ γράμματος σκιώδη γνώμην, τοὺς καρποὺς δὲ τῶν ἔργων οὐκ ἔχουσαν δι' ἀνομίαν, ἡμᾶς δὲ πάντας τούς τῆς χάριτος, υἱοὺς Σωτὴρ εὐλόγησον.
Ἡ ῥάβδος μὲν Μωϋσέως τὸ πρὶν εἰς ὄφιν, ἡ Ἀαρὼν δὲ ῥάβδος, εἰς χλωρὸν μετεβλήθη, καὶ ἐξήνθησε φύλλα, ἡ ἄκαρπος καὶ ξηρανθεῖσα, συναγωγὴ δὲ ἡ παράνομος, εἰς ἄκαρπον μετήχθη συκῆν.
Ἑτοίμαζε Ἰουδαία τοὺς Ἱερεῖς σου, εὐτρέπιζε τὰς χεῖρας πρὸς θεοκτονίαν. Ἰδοὺ γὰρ ἦλθε πραΰς, καὶ ἥσυχος ἐπὶ τὸ Πάθος, ἀμνὸς ὑπάρχων καὶ ποιμὴν ἡμῶν, Χριστός ὁ Βασιλεὺς Ἰσραήλ.
Ὑπόδεξαι Ἰουδαία τὸν Βασιλέα· ἰδοὺ γὰρ πρὸς τὸ Πάθος, ἔρχεται ἑκουσίως, ἵνα πάθῃ καὶ σώσῃ, τοὺς κράζοντας ἀκαταπαύστως· Εὐλογημένος ὁ ἐρχόμενος, Σταυρῷ σῶσαι τὰ σύμπαντα.
Μετέστρεψεν Ἰουδαία τὰς ἑορτάς σου, εἰς πένθος ὁ Δεσπότης, κατὰ τὴν προφητείαν· θεοκτόνος γὰρ ὤφθης, τοῦ στρέψαντος ποτὲ τὴν πέτραν, καὶ τὴν ἀκρότομον εἰς ὕδατα, καὶ λίμνας καθὼς ψάλλει Δαυΐδ.
Δόξα...
Ἀλλότριον τοῖς ἀνόμοις τὸ σὲ δοξάζειν, τὴν ἄναρχον οὐσίαν, Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παντοκρατορίαν, δι' ἧς ὁ σύμπας Κόσμος ἥδρασται, τῷ νεύματι τοῦ θείου κράτους αὐτῆς.
Καὶ νῦν ... Θεοτοκίον
Προσάγομεν εἰς πρεσβείαν τὴν Θεοτόκον, αὐτῆς ταὶς ἱκεσίαις καὶ τῶν σῶν Ἀποστόλων, κοινωνοὺς ἡμᾶς ποίησον, Δέσποτα τῶν ἀγαθῶν σου, καὶ τῆς λαμπρότητος ἀξίωσον, Σωτὴρ τῆς Ἀναστάσεώς σου.
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον, ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους εἰς Ἤχον πλ. δ' τό, Ἀλληλούϊα. Εἶθ' οὕτω, τὸ παρὸν Τροπάριον, μετὰ μέλους καὶ αὐτό.
Ἦχος πλ. δ'
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τὰ Πάθη τὰ σεπτά, ἡ παροῦσα ἡμέρα, ὡς φῶτα σωστικά, ἀνατέλλει τῷ Κόσμῳ· Χριστὸς γὰρ ἐπείγεται, τοῦ παθεῖν ἀγαθότητι, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιέχων, καταδέχεται, ἀναρτηθῆναι ἐν ξύλῳ, τοῦ σῶσαι τὸν ἄνθρωπον.
Δόζα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ὅμοιον
Ἀόρατε Κριτά, ἐν σαρκὶ πῶς ὠράθης, καὶ ἔρχῃ ὑπ' ἀνδρῶν, παρανόμων κτανθῆναι; ἡμῶν τὸ κατάκριμα, κατακρίνων τῷ πάθει σου. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμποντες, τῇ ἐξουσίᾳ σου Λόγε, συμφώνως προσφέρομεν.
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ
Μετὰ τὴν γ' Στιχολογία
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν, καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς, ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ. Δεῦτε οὖν φιλέορτοι, ὑπαντήσωμεν ᾄσμασιν· ὁ γὰρ Κτίστης ἔρχεται, σταυρὸν καταδέξασθαι, ἐτασμούς καὶ μάστιγας, Πιλάτῳ κρινόμενος· ὅθεν καὶ ἐκ δούλου ῥαπισθεὶς ἐπὶ κόρης· τὰ πάντα προσίεται, ἵνα σώσῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο βοήσωμεν· Φιλάνθρωπε Χριστὲ ὁ Θεός, τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὰ ἄχραντα Πάθη σου.
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ
Εὐαγγέλιον τοῦ Ὄρθρου
Ἐκ τοῦ κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, ἐπανάγων ὁ Ἰησοῦς...
Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾨδὴ α' Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».
Ἡ ἀπόρρητος, Λόγου Θεοῦ κατάβασις, ὅπερ Χριστὸς αὐτός ἐστι, Θεὸς καὶ ἄνθρωπος, τὸ Θεὸς οὐχ ἁρπαγμόν, εἶναι ἡγησάμενος, ἐν τῷ μορφοῦσθαι δοῦλον, δεικνύει τοῖς Μαθηταῖς· ἐνδόξως γὰρ δεδόξασται.
Διακονῆσαι, αὐτὸς ἐλήλυθα, οὗ τὴν μορφὴν ὁ Πλαστουργός, ἑκὼν περίκειμαι, τῷ πτωχεύσαντι Ἀδάμ, ὁ πλουτῶν Θεότητι, θεῖναι ἐμήν τε αὐτοῦ, ψυχὴν ἀντίλυτρον, ὁ ἀπαθὴς Θεότητι.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».
Κοντάκιον Ἦχος πλ. δ'
Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.
Ὁ Οἶκος
Ἐπὶ τῷ ὀδυρμῷ νῦν προσθήσωμεν ὀδυρμόν, καὶ ἐκχέωμεν δάκρυα, μετὰ τοῦ Ἰακὼβ συγκοπτόμενοι, Ἰωσὴφ τὸν ἀοίδιμον καὶ σώφρονα, τὸν δουλωθέντα μὲν τῷ σώματι, τὴν ψυχὴν δὲ ἀδούλωτον συντηροῦντα, καὶ Αἰγύπτου παντὸς κυριεύσαντα. Ὁ Θεὸς γὰρ παρέχει τοῖς δούλοις αὐτοῦ, στέφος ἄφθαρτον.
Συναξάριον
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ, μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ Παγκάλου, καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης καὶ ξηρανθείσης Συκῆς.
Στίχοι εἰς τὸν Πάγκαλον Ἰωσὴφ
Σώφρων Ἰωσήφ, δίκαιος κράτωρ ὤφθη,
Καὶ σιτοδότης, ὧ καλῶν θημωνία!
Ἕτεροι, εἰς τὴν ξηρανθεῖσαν Συκῆν
Τὴν Συναγωγήν, συκῆν Χριστός, Ἑβραίων,
Καρπῶν ἄμοιρον πνευματικῶν εἰκάζων,
Ἀρᾷ ξηραίνει, ἧς φύγωμεν τὸ πάθος.
Ταὶς τοῦ Παγκάλου Ἰωσὴφ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε Παίδων εὐαγῶν, τὸ Ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Ὑμᾶς μου τότε Μαθητάς, πάντες γνώσονται, εἰ τὰς ἐμᾶς ἐντολὰς τηρήσητε, φησὶν ὁ Σωτὴρ τοῖς φίλοις πρὸς Πάθος μολών. Εἰρηνεύετε ἐν ἑαυτοῖς, καὶ πᾶσι, καὶ ταπεινὰ φρονοῦντες, ἀνυψώθητε, καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τάξεως ἔμπαλιν ὑμῖν, ἐθνικῆς ἔστω τὸ κράτος ὁμογενῶν· οὐ κλῆρος γὰρ ἐμός, τυραννὶς δὲ γνώμῃ αὐθαίρετος· ὁ οὖν πρόκριτος ἐν ὑμῖν εἶναι θέλων, τῶν ἄλλων ἔστω πάντων ἐσχατώτερος· καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ μεγαλύνομεν».
Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι, ἐπάξιον τῆς θείας Βασιλείας, γνώμην ἀναλάβετε ἔμφρονα, τοῖς σοῖς Ἀποστόλοις προέφης, ἡ πάντων σοφία, ἐν ᾗ δοξασθήσεσθε, λάμποντες ἡλίου τηλαυγέστερον.
Ἀφορῶντες εἰς ἐμέ, εἶπας Κύριε τοῖς σεαυτοῦ Μαθηταῖς, μὴ φρονεῖτε ὑψηλά, ἀλλὰ συναπάχθητε τοῖς ταπεινοῖς, ἐμὸν ὅπερ πίνω, πίετε ποτήριον, ὅτι ἐν τῇ Βασιλείᾳ τοῦ Πατρός, ἐμοὶ συνδοξασθήσεσθε.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ μεγαλύνομεν».
Ἐξαποστειλάριον Αὐτόμελον
Ψαλλόμενον ἀργῶς καὶ μετὰ μέλους
Ἦχος γ'
Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με. (Ἐκ γ').
Εἰς τοὺς Αἴνους
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι' αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ, οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν· ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρά μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν. (Δίς)
Ἦχος πλ. α'
Φθάσαντες πιστοί, τὸ σωτήριον Πάθος Χριστοῦ τοῦ Θεοῦ, τὴν ἄφατον αὐτοῦ μακροθυμίαν δοξάσωμεν, ὅπως τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, συνεγείρῃ καὶ ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. (Δίς)
Δόξα... Καὶ νῦν ... Ἦχος πλ. α'
Κύριε, ἐρχόμενος πρὸς τὸ Πάθος, τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατ΄ ἰδίαν παραλαβὼν αὐτούς. Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, ὅτι Προφήτην πάντα οὐ γέγραπται εἰ μὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι; Νῦν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν· ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι, οἳ καὶ σταυρῷ με προσπήξαντες, ταφῇ παραδόντες, ἐβδελυγμένον λογιοῦνται ὡς νεκρόν· ὅμως θαρσεῖτε· τριήμερος γὰρ ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν καὶ ζωήν τὴν αἰώνιον.
Εἰς τὰ Ἀπόστιχα
Ἰδιόμελα Ἦχος πλ. α'
Κύριε, πρὸς τὸ μυστήριον τὸ ἀπόρρητον τῆς σῆς οἰκονομίας, οὐκ ἐξαρκοῦσα ἡ τῶν ἐκ Ζεβεδαίου μήτηρ, ᾐτεῖτό σοι προσκαίρου βασιλείας τιμήν, τοῖς ἑαυτῆς δωρήσασθαι τέκνοις· ἀλλ' ἀντὶ ταύτης, ποτήριον θανάτου ἐπηγγείλω πιεῖν τοῖς φίλοις σου, ὃ ποτήριον πρὸ τούτων, πιεῖν ὁ αὐτὸς ἔλεγες, ἁμαρτημάτων καθαρτήριον. Διό σοι βοῶμεν· Ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν, δόξα σοι.
Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων Μαθητάς, μὴ ὁμοιοῦσθαι τοῖς ἔθνεσιν ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων· οὐχ οὕτω γὰρ ἔσται ὑμῖν τοῖς ἐμοῖς Μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω, ὁ πρῶτος οὖν ὑμῶν, ἔστω πάντων διάκονος, ὁ δὲ ἄρχων, ὡς ὁ ἀρχόμενος, ὁ προκριθεὶς δὲ ὡς ὁ ἔσχατος· καὶ γάρ ἐλήλυθα αὐτὸς τῷ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι ἀντὶ πολλῶν, τὴν ψυχὴν τῶν βοώντων μοι· Δόξα σοι.
Ἦχος πλ. δ'
Τῆς ξηρανθείσης συκῆς διὰ τὴν ἀκαρπίαν, τὸ ἐπιτίμιον φοβηθέντες ἀδελφοί, καρποὺς ἀξίους τῆς μετανοίας, προσάξωμεν Χριστῷ, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ...
Δευτέραν Εὔαν τὴν Αἰγυπτίαν, εὑρὼν ὁ δράκων, διὰ ῥημάτων, ἔσπευδε κολακείας, ὑποσκελίσαι τὸν Ἰωσήφ, ἀλλ' αὐτὸς καταλιπὼν τὸν χιτῶνα, ἔφυγε τὴν ἁμαρτίαν, καὶ γυμνὸς οὐκ ᾐσχύνετο, ὡς ὁ Πρωτόπλαστος, πρὸ τῆς παρακοῆς· αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. β'
Ἐν ψυχῇ συντετριμμένῃ, προσπίπτομέν σοι, καὶ δεόμεθά σου Σωτὴρ τοῦ Κόσμου. Σὺ γὰρ εἶ Θεὸς τῶν μετανοούντων.
Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ
Προκείμενον Ἦχος δ' Ψαλμὸς ρκε'
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών.
Στίχ. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. Α', 1-20)
Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνί, πέμπτῃ τοῦ μηνός, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ εἶδον ὅρασιν Θεοῦ, πέμπτῃ τοῦ μηνός, τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ἰωακείμ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ, υἱὸν Βουζεί, τὸν Ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ Βορρᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ, καὶ πῦρ ἐξαστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρός, καὶ φέγγος ἐν αὐτῷ, καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζώων. Καὶ αὕτη ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοῖς, καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί, καὶ τὰ σκέλη αὐτῶν ὄρθια, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἐξαστράπτων χαλκός, καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν, καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν, καὶ αἱ πτέρυγες αὐτῶν τῶν τεσσάρων, ἐχόμεναι ἑτέρα τῆς ἑτέρας· καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά, ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο. Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι, καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρω δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο, οὗ ἂν ᾖ τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον. Καὶ ἐν μέσῳ τῶν ζώων ὅρασις, ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρός, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή, καὶ τὰ ζῷα ἔτρεχον, καὶ ἀνέκαμπτον ὡς εἶδος τοῦ Βεζέκ. Καὶ εἶδον· καὶ ἰδοὺ τροχὸς εἰς ἐπὶ τῆς γῆς, ἐχόμενος τῶν ζώων τοῖς τέσσαρσι, καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς, καὶ ὁμοίωμα καὶ τὸ ποίημα αὐτῶν ἐν τοῖς τέσσαρσι, καὶ τὸ ἔργον αὐτῶν ἦν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά, οὐδ' οἱ νῶτοι αὐτῶν, καὶ ὕψος ἦν αὐτοῖς. Καὶ εἶδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν, πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι. Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς, ἐξῄροντο καὶ οἱ τροχοί. Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ ἦν καὶ τὸ πνεῦμα τοῦ πορεύεσθαι, ἐπορεύοντο τὰ ζῷα, καὶ οἱ τροχοὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ρκς'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.
Στίχ. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου