Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, ἡ συνήθης Στιχολογία τῶν, Πρὸς Κύριον. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι', καὶ ψάλλομεν τὰ ἐν τῷ Ὄρθρῳ εἰς τοὺς Αἴνους, ὡς ἐφεξῆς, Ἰδιόμελα.
Ἦχος α'
Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι' αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ· οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν· ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν· καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν. (Δίς)
Ἦχος πλ. α'
Φθάσαντες πιστοί, τὸ σωτήριον Πάθος Χριστοῦ τοῦ Θεοῦ, τὴν ἄφατον αὐτοῦ μακροθυμίαν δοξάσωμεν, ὅπως τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, συνεγείρῃ καὶ ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. (Δίς)
Ἦχος πλ. α'
Κύριε, ἐρχόμενος πρὸς τὸ Πάθος, τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατ΄ ἰδίαν παραλαβὼν αὐτούς. Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, ὅτι Προφήτην πάντα οὐ γέγραπται εἰμὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι; Νὺν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν· ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι, οἳ καὶ σταυρῷ με προσπήξαντες, ταφῇ παραδόντες, ἑβδελυγμένον λογιοῦνται ὡς νεκρόν· ὅμως θαρσεῖτε· τριήμερος γὰρ ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν καὶ ζωήν τὴν αἰώνιον. (Δίς)
Ἦχος πλ. α'
Κύριε, πρὸς τὸ μυστήριον τὸ ἀπόρρητον τῆς σῆς οἰκονομίας, οὐκ ἐξαρκοῦσα ἡ τῶν ἐκ Ζεβεδαίου μήτηρ, ᾐτεῖτό σοι προσκαίρου βασιλείας τιμήν, τοῖς ἑαυτῆς δωρήσασθαι τέκνοις· ἀλλ' ἀντὶ ταύτης, ποτήριον θανάτου ἐπηγγείλω πιεῖν τοῖς φίλοις σου· ὃ ποτήριον πρὸ τούτων, πιεῖν ὁ αὐτὸς ἔλεγες, ἁμαρτημάτων καθαρτήριον. Διό σοι βοῶμεν· Ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν, δόξα σοι.(Δίς)
Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων Μαθητάς, μὴ ὁμοιοῦσθαι τοῖς ἔθνεσιν ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων· οὐχ οὕτω γὰρ ἔσται ὑμῖν τοῖς ἐμοῖς Μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω· ὁ πρῶτος οὖν ὑμῶν, ἔστω πάντων διάκονος, ὁ δὲ ἄρχων, ὡς ὁ ἀρχόμενος, ὁ προκριθεὶς δὲ ὡς ὁ ἔσχατος· καὶ γάρ ἐλήλυθα αὐτὸς τῷ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι ἀντὶ πολλῶν, τὴν ψυχὴν τῶν βοώντων μοι· Δόξα σοι.
Ἦχος πλ. δ'
Τῆς ξηρανθείσης συκῆς διὰ τὴν ἀκαρπίαν, τὸ ἐπιτίμιον φοβηθέντες ἀδελφοί, καρποὺς ἀξίους τῆς μετανοίας, προσάξωμεν Χριστῷ, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν...
Δευτέραν Εὔαν τὴν Αἰγυπτίαν, εὑρὼν ὁ δράκων, διὰ ῥημάτων, ἔσπευδε κολακείας, ὑποσκελίσαι τὸν Ἰωσήφ, ἀλλ' αὐτὸς καταλιπὼν τὸν χιτῶνα, ἔφυγε τὴν ἁμαρτίαν, καὶ γυμνὸς οὐκ ᾐσχύνετο, ὡς ὁ Πρωτόπλαστος, πρὸ τῆς παρακοῆς, αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ρκζ'
Εὐλογῆσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Στίχ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα
(Κεφ. Α' 1-20)
Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ, τῶν εἰσπορευομένων εἰς Αἴγυπτον, ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν. Ῥουβήμ, Συμεών, Λευΐ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών, Βενιαμίν, Δάν, καὶ Νεφθαλείμ, Γάδ, καὶ Ἀσήρ. Ἰωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ. Ἦσαν δὲ πᾶσαι αἱ ψυχαί, αἱ ἐξελθοῦσαι ἐκ μηροῦ Ἰακώβ, πέντε καὶ ἑβδομήκοντα. Ἐτελεύτησε δὲ Ἰωσήφ, καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ γενεὰ ἐκείνη. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν, καὶ ἐπληθύνθησαν, καὶ χυδαῖοι ἐγένοντο, καὶ κατίσχυον σφόδρα σφόδρα, ἐπλήθυνε δὲ ἡ γῆ αὐτούς. Ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ' Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Εἶπε δὲ τῷ ἔθνει αὐτοῦ. Ἰδοὺ τὸ ἔθνος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς· δεῦτε οὖν, κατασοφισώμεθα αὐτούς, μήποτε πληθυνθῇ, καὶ ἡνίκα ἂν ἡμῖν συμβῇ πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους, καὶ ἐκπολεμήσαντες ἡμᾶς, ἐξελεύσονται ἐκ τῆς γῆς. Καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθώ, Ῥαμεσσή, καὶ τὴν Ὤν, ἥ ἐστιν Ἡλιούπολις. Καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα. Καὶ ἑβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ἰσραήλ, καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραὴλ βίᾳ, καὶ κατωδύνων αὐτῶν τήν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς τῷ πηλῷ, καὶ τῇ πλινθείᾳ, καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας. Καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Ἑβραίων, τῇ μιᾷ αὐτῶν ὄνομα Σεπφώρᾳ, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουά, καὶ εἶπεν αὐταῖς· Ὅταν μαιοῦσθε τὰς Ἑβραίας, καὶ ὦσι πρὸς τὸ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό. Ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν Θεόν, καὶ οὐκ ἐποίησαν καθ' ὅτι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα. Ἐκάλεσε δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας, καὶ εἶπεν αὐταῖς· Τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο, καὶ ἐζωογονεῖτε τὰ ἄρσενα; Εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραώ, οὐχ ὡς αἱ γυναῖκες Αἰγύπτου αἱ Ἑβραῖαι· τίκτουσι γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τάς μαίας, καὶ ἔτικτον. Εὖ δὲ ἐποίει ὁ Θεὸς τὰς μαίας· καὶ ἐπλήθυνεν ὁ λαός, καὶ ἴσχυε σφόδρα.
Προκείμενον Ἦχος πλ. δ' Ψαλμὸς ρκη'
Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
Στίχ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου.
Ἰὼβ τὸ Ἀνάγνωσμα
(Κεφ. Α', 1-12)
Ἀνθρωπός τις ἦν ἐν τῇ χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτά, καὶ θυγατέρες τρεῖς, καὶ ἦν τὰ κτήνη αὐτοῦ, πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν. Συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν, ἐσθίειν καὶ πίνειν μετ΄ αὐτῶν. Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰώβ, καὶ ἐκαθάριζεν αὐτους ἀνιστάμενος τὸ πρωΐ, καὶ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν. Ἔλεγε γὰρ Ἰώβ· Μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν Θεόν. Οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας. Καὶ ἐγένετο ὡς ἡμέρα αὕτη, καὶ ἰδού, ἦλθον οἱ Ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι τοῦ Κυρίου, καὶ ὁ Διάβολος ἦλθε μετ' αὐτῶν. Καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ Διάβολος τῷ Κυρίῳ εἶπε· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν, πάρειμι. Καὶ εἶπεν αὐτῷ ὁ Κύριος· Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Ἀπεκρίθη ὁ Διάβολος καὶ εἶπεν ἐναντίον Κυρίου· Μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Θεόν, οὐχὶ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ, καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ, καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων, ὧν ἔχει, ἢ μὴν εἰς πρόσωπόν σου εὐλογήσει σε. Τότε εἶπεν ὁ Κύριος τῷ Διαβόλω· Ἰδού, πάντα ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ. Καὶ ἐξῆλθεν ὁ Διάβολος ἀπὸ προσώπου Κυρίου.
Τὸ Εὐαγγέλιον
Κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, καθημένου τοῦ Ἰησοῦ...
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ποίημα Ἀνδρέου Κρήτης
ᾨδὴ β' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου, σαρκὶ ἐπιδημήσαντα». (Δίς)
Συνέλθωμεν, τῷ Χριστῷ πρὸς τὸ ὄρος, τῶν Ἐλαιῶν μυστικῶς, μετὰ τῶν Ἀποστόλων, συναυλισθῶμεν αὐτῷ.
Ἐννόησον, ταπεινή μου καρδία, τίς ἡ τοῦ μύλωνος παραβολή, ἣν προεῖπε Χριστός, καὶ νῆψον λοιπόν.
Ἑτοίμαζε, σεαυτὴν ὦ ψυχή μου, πρὸς τὴν σὴν ἔξοδον, ἡ παρουσία ἐγγίζει, τοῦ ἀδεκάστου Κριτοῦ.
Θεοτοκίον
Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη Πανύμνητε, τὸν Υἱόν σου δυσώπει, ὑπὲρ τῶν δούλων σου.
Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ
«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ πρὶν γενέσθαι τὸ πᾶν, καὶ πρὸ τοῦ στῆναι τὴν γῆν καὶ τὸν οὐρανόν, γινώσκων τὰ πάντα, ὡς ὅλος ὢν ἐν Πατρί, καὶ ὅλον φέρων ἐν ἐμοί».
Λόγῳ συνέστησα, τὸν οὐρανὸν ἅμα τῇ γῇ· συνήμην γὰρ τῷ Πατρί, καὶ διὰ λόγου φέρω, τόδε τὸ πᾶν, ὡς Λόγος σοφία καὶ δύναμις καὶ εἰκών, καὶ συνεργὸς καὶ ἰσουργός.
Τίς χρόνους ἔθετο; τίς ὁ αἰῶνας συντηρῶν; τίς ὁ τὸ πᾶν ὁρίζων καὶ συγκινῶν; εἰμὴ ὁ ἀνάρχως συνὼν ἀεὶ τῷ Πατρί, ὥσπερ ἀκτὶς ἐν τῷ φωτὶ;
Ὢ τῆς ἀμέτρου σου, φιλανθρωπίας Ἰησοῦ! ἐγνώρισας γὰρ ἡμῖν, τῆς συντελείας ἄνωθεν τὸν καιρόν, καλύψας τὴν ὥραν, τρανώσας δὲ τηλαυγῶς, τὰ ὑποδείγματα αὐτῆς.
Πάντα ἐπίστασαι, πάντα γινώσκεις Ἰησοῦ, ὡς ἔχων ὅλον ἐν σοί, τὸ πατρικὸν ἀξίωμα θεϊκῶς, καὶ ὅλον τὸ Πνεῦμα, ἐμφύτως φέρων ἐν σοί, τὸ συναΐδιον Πατρί.
Δέσποτα Κύριε, ὁ τῶν αἰώνων ποιητής, ἀξίωσον καὶ ἡμᾶς, τῆς ἱερᾶς ἐκείνης τότε φωνῆς, ἀκοῦσαι καλούσης, τοὺς ἐκλεκτοὺς τοῦ Πατρός, εἰς Βασιλείαν οὐρανῶν.
Δόξα...
Ἄναρχε ἄκτιστε, Τριάς, ἀμέριστε Μονὰς ἡ τρία οὖσα καὶ ἕν, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, εἷς ὁ Θεός, προσδέχου τὸν ὕμνον, ἐκ τῶν πηλίνων γλωσσῶν, ὡς ἐκ στομάτων φλογερῶν.
Καὶ νῦν... Θεοτοκίον
Σκήνωμα ἅγιον, ὤφθης Παρθένε τοῦ Θεοῦ· ἐν σοὶ γὰρ τῶν οὐρανῶν ὁ Βασιλεύς, οἰκήσας σωματικῶς, προῆλθεν ὡραῖος, τὸν ἄνθρωπον ἐν αὐτῷ, ἀναμορφώσας θεϊκῶς.
Κάθισμα Ἦχος β'
Εὐσπλαγχνίας ΤΟ ΑΚΟΥΤΕ
Εὐσπλαγχνίᾳ κινούμενος Χριστέ, ἑκουσίως προέρχῃ τοῦ παθεῖν εὐεργέτα, θέλων τῶν παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ τῆς ἐν τῷ ᾍδῃ κατακρίσεως· διό σου τὰ τίμια ἀνυμνοῦμεν Παθήματα, καὶ δοξάζομεν Σωτήρ, τὴν ἄκραν σου πάντες συγκατάβασιν.
ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς)
Πάντων ἤκουσας ψυχή, πῶς ὁ Χριστὸς τοῖς θείοις Μαθηταῖς αὐτοῦ, προανεφώνει λέγων τὴν συντέλειαν· σὺ δὲ γνοῦσα τὸ τέλος ἑτοιμάζου λοιπόν· καιρὸς ἐξόδου ἥκει.
Ἔγνως ἄγονε ψυχή, τοῦ πονηροῦ οἰκέτου τὸ ὑπόδειγμα, φοβοῦ καὶ μὴ ἀμέλει τοῦ χαρίσματος, οὗ ἐδέξω, οὐχ ἵνα κατακρύψῃς εἰς γῆν, ἀλλ' ἵνα ἐμπορεύσῃ.
Φαιδρυνέσθω ἡ λαμπάς, ὑπερεκχείσθω ταύτης καὶ τὸ ἔλαιον, ὡς ταῖς Παρθένοις τότε ἡ συμπάθεια, ἵνα εὕρῃς ψυχή μου, τὸν νυμφῶνα τότε, Χριστοῦ ἀνεῳγμένον.
Ἐν Σαββάτῳ τὴν φυγήν, καὶ ἐν χειμῶνι λέγων ὁ Διδάσκαλος, τὴν τῆς ἑβδόμης ζάλην προαινίττεται, τοῦ παρόντος αἰῶνος, ἐν ᾧ ὥσπερ χειμών, τὸ τέλος ἐπανήξει.
Ὥσπερ τάχος ἀστραπῆς διερχομένης, οὕτω τότε ἔσεσθαι, τὴν φοβερὰν ἐκείνην τοῦ Δεσπότου σου παρουσίαν ψυχή μου, ἤκουσας· ἑτοίμη, λοιπὸν γενέσθαι σπεῦσον.
Ὅταν ἔλθῃ ὁ Κριτής, ἐν χιλιάσι τότε, μυριάσι τε Ἀγγελικῶν ταγμάτων καὶ Δυνάμεων, ποῖος φόβος ψυχή μου; ποῖος τρόμος οἴμοι! γυμνῶν ἑστώτων πάντων;
Δόξα...
Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκ στάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ταῖς πρεσβείαις ὁ Θεός, τῆς Θεοτόκου δέχου τὴν εὐχὴν ἡμῶν, ἀντικατάπεμψον δὲ τὰ ἐλέη σου, ἐπὶ πάντας πλουσίως, καὶ τὴν σὴν παράσχου, εἰρήνην τῷ λαῷ σου.
ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».
Ἤκουσας ψυχή, τοῦ Κριτοῦ προαναφωνοῦντος, καὶ διδάσκοντός τε, τῆς συντελείας τὸν χρόνον, ἑτοίμαζε τὰ πρὸς τὴν ἔξοδον ἔργα, μήπως ὡς ἀδόκιμος, Θεοῦ ἐκριφῇς.
Ἀπὸ τῆς συκῆς, ὦ ψυχή, διδάσκου τὸ τέλος, ὅταν ἁπαλώσῃ τὰ φύλλα, καὶ ἐκφύῃ τοὺς κλάδους, θέρους ὥρα λοιπόν, καὶ σὺ ὅταν ταῦτα ἴδῃς, γνῶθι ὅτι ἐπὶ θύραις ἐστίν.
Τίς ἐκτός σου ἄλλος, τὸν σὸν γινώσκει Πατέρα; ἢ τίς πλήν σου οἶδε, τὴν ὥραν ἢ τὴν ἡμέραν; παρὰ σοὶ γὰρ οἱ θησαυροὶ τῆς σοφίας πάντες ἐνυπάρχουσι Χριστὲ ὁ Θεός.
Βίβλοι ἀνοιγήσονται, τῶν τε θρόνων τεθέντων, πράξεις διελέγχονται, γυμνῶν ἑστώτων πάντων, οὐ μαρτύρων οὐ κατηγόρων παρόντων· τετραχηλισμένα γὰρ τὰ πάντα Θεῷ.
Ἔρχεται ὁ πάντων Κριτής, ἀχθῆναι εἰς κρίσιν, ὁ ἐπὶ τοῦ θρόνου, τῶν Χερουβὶμ ἐφεδρεύων, ὡς ὑπεύθυνος παραστῆναι Πιλάτῳ, καὶ πάντα παθεῖν, ἵνα σωθῇ ὁ Ἀδάμ.
Ἤγγικε τὸ Πάσχα, ἡμῶν τὸ μέγα καὶ θεῖον· μετὰ δύο γὰρ ὁ Χριστός, προδιδάσκει ἡμέρας, τὴν τοῦ Πάθους προδιαγράφων ἡμέραν, ἐν ᾗ τῷ Πατρὶ θῦμα προσάγεται.
Παρὰ τῷ Σταυρῷ σου, Σωτὴρ ἑστῶσα ἡ Μήτηρ, καὶ τὴν ἄδικόν σου σφαγήν, καθορῶσα ἐβόα· Οἴμοι Τέκνον ἐμόν, τὸ ἄδυτον φέγγος, λάμψον πᾶσιν Ἥλιε τῆς δόξης τὸ φῶς.
Δόξα...
Ὦ Μονὰς ἁγία, Τριὰς ἡ μία Θεότης, καὶ τριὰς Μονὰς ὁ Θεός, τρισυπόστατε φύσις, ἡ ὁμότιμος καὶ ἀμέριστος δόξα, ῥῦσαι τῶν κινδύνων τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Δέχου τὴν Μητέρα, τὴν σὴν Χριστὲ εἰς πρεσβείαν, ἵνα ταῖς ἱκεσίαις αὐτῆς, εἰρηνεύσῃς τὸν Κόσμον, καὶ κρατύνῃς τῆς βασιλείας τὰ σκῆπτρα, καὶ τὰς Ἐκκλησίας σου συνάψῃς εἰς ἕν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τροπάριον
Ἦχος πλ. δ'
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς Βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς. (ἐκ γ' )
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τὸν Νυμφίον ἀδελφοὶ ἀγαπήσωμεν, τὰς λαμπάδας ἑαυτῶν εὐτρεπίσωμεν, ἐν ἀρεταῖς ἐκλάμποντες καὶ πίστει ὀρθῇ, ἵνα ὡς αἱ φρόνιμοι, τοῦ Κυρίου παρθένοι, ἕτοιμοι εἰσέλθωμεν, σὺν αὐτῷ εἰς τοὺς γάμους· ὁ γὰρ Νυμφίος δῶρον ὡς Θεός, πᾶσι παρέχει τὸν ἄφθαρτον στέφανον.
Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Βουλευτήριον Σωτήρ, παρανομίας κατὰ σοῦ, Ἱερεῖς καὶ Γραμματεῖς, φθόνῳ ἀθροίσαντες δεινῶς, εἰς προδοσίαν ἐκίνησαν τὸν Ἰούδαν· ὅθεν ἀναιδῶς, ἐξεπορεύετο, ἐλάλει κατὰ σοῦ, τοῖς παρανόμοις λαοῖς. Τί μοι φησὶ παρέχετε, κᾀγὼ ὑμῖν αὐτὸν παραδώσω εἰς χεῖρας ὑμῶν; Τῆς κατακρίσεως τούτου ῥῦσαι, Κύριε τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν γ' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. δ'
Τὴν σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Ἰούδας τῇ γνώμῃ φιλαργυρεῖ, κατὰ τοῦ Διδασκάλου ὁ δυσμενής, κινεῖται βουλεύεται, μελετᾷ τὴν παράδοσιν, τοῦ φωτὸς ἐκπίπτει, τὸ σκότος δεχόμενος, συμφωνεῖ τὴν πρᾶσιν, πωλεῖ τὸν ἀτίμητον· ὅθεν καὶ ἀγχόνην, ἀμοιβὴν ὧν περ ἔδρα, εὑρίσκει ὁ ἄθλιος, καὶ ἐπώδυνον θάνατον. Τῆς αὐτοῦ ἡμᾶς λύτρωσαι, μερίδος Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν δωρούμενος, τοῖς ἑορτάζουσι πόθω, τὸ ἄχραντον Πάθος σου.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον
Τῳ καιρῳ ἐκείνῳ, συμβούλιον ἔλαβον...
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὥραν ψυχή, τοῦ τέλους ἐννοήσασα, καὶ τὴν ἐκκοπήν, τῆς συκῆς δειλιάσασα, τὸ δοθέν σοι τάλαντον, φιλοπόνως ἔργασαι ταλαίπωρε, γρηγοροῦσα καὶ κράζουσα· Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.
Ὁ Οἶκος
Τὶ ῥαθυμεῖς ἀθλία ψυχή μου; τί φαντάζῃ ἀκαίρως μερίμνας ἀφελεῖς; τί ἀσχολεῖς πρὸς τὰ ῥέοντα; ἐσχάτη ὥρα ἐστὶν ἀπ΄ ἄρτι, καὶ χωρίζεσθαι μέλλομεν τῶν ἐνταῦθα, ἕως καιρὸν κεκτημένη, ἀνάνηψον κράζουσα· Ἡμάρτηκά σοι Σωτήρ μου, μὴ ἐκκόψῃς με, ὥσπερ τὴν ἄκαρπον συκῆν, ἀλλ' ὡς εὔσπλαγχνος Χριστέ, κατοικτείρησον, φόβῳ κραυγάζουσαν· Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.
Συναξάριον
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ, τῆς τῶν δέκα Παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα.
Στίχοι
Τρίτη μεγίστη Παρθένους δέκα φέρει,
Νίκην φερούσας ἀδεκάστου Δεσπότου.
Ἀλλ' ὦ Νυμφίε Χριστέ, μετὰ τῶν φρονίμων ἡμᾶς συναρίθμησον Παρθένων, καὶ τῇ ἐκλεκτῇ σου σύνταξον ποίμνῃ, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.
Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾨδὴ η' Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ δόγματι, τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».
Ῥαθυμίαν, ἄπωθεν ἡμῶν, βαλλώμεθα, καὶ φαιδραῖς ταῖς λαμπάσι, τῷ ἀθανάτῳ Νυμφίῳ Χριστῷ, ὕμνοις συναντήσωμεν· Εὐλογεῖτε βοῶντες, τὰ ἔργα τὸν Κύριον.
Ἱκανούσθω, τὸ κοινωνικόν, ψυχῆς ἡμῶν ἔλαιον ἐν ἀγγείοις, ὅπως ἐπάθλων μὴ θέντες καιρὸν ἐμπορίας, ψάλλωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Τὸ τάλαντον, ὅσοι πρὸς Θεοῦ, ἐδέξασθε ἰσοδύναμον χάριν, ἐπικουρίᾳ τοῦ δόντος Χριστοῦ, αὐξήσατε ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Τῷ δόγματι, τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».
ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ Κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε».
Τοῖς Μαθηταῖς ὁ ἀγαθός, γρηγορεῖτε ἔφησας· ᾗ γὰρ ὥρα ἥξει ὁ Κύριος, ἀγνοεῖτε, ἀποδοῦναι ἑκάστῳ.
Ἐν τῇ δευτέρᾳ σου φρικτῇ, παρουσίᾳ Δέσποτα, δεξιοῖς προβάτοις με σύνταξον, τῶν πταισμάτων, παριδών μου τὰ πλήθη.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ Κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε».
Ἐξαποστειλάριον
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα καὶ σῶσόν με. (ἐκ γ')
Εἰς τοὺς Αἴνους
Ἰδιόμελα Ἦχος α'
Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος. (Δίς)
Ἦχος β'
Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν, καὶ νεάνισιν ὡμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος, τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσῃς μοι Δέσποτα, ἀλλ' ἐκτινάξας μου τὸν ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταῖς φρονίμοις συνεισάγαγε Παρθένοις, εἰς νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως· Κύριε δόξα σοι. (Δίς)
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Τοῦ κρύψαντος τὸ τάλαντον, τὴν κατάκρισιν, ἀκούσασα ψυχή, μὴ κρύπτε λόγον Θεοῦ, κατάγγελλε τὰ θαυμάσια αὐτοῦ, ἵνα πλεονάζουσα τὸ χάρισμα, εἰσέλθῃς, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
Εἰς τὰ Ἀπόστιχα
Ἰδιόμελα Ἦχος πλ. β'
Δεῦτε πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ· νέμει γὰρ τοῖς δούλοις τὸν πλοῦτον, καὶ ἀναλόγως ἕκαστος, πολυπλασιάσωμεν, τὸ τῆς χάριτος τάλαντον. Ὁ μέν σοφίαν κομιείτω, δι' ἔργων ἀγαθῶν. Ὁ δὲ λειτουργίαν λαμπρότητος ἐπιτελείσθω, κοινωνείτω δὲ τοῦ λόγου, πιστος τῷ ἀμυήτῳ, καὶ σκορπιζέτω τὸν πλοῦτον, πένησιν ἄλλος· οὕτω γὰρ τὸ δάνειον πολυπλασιάσομεν, καὶ ὡς οἰκονόμοι πιστοὶ τῆς χάριτος, δεσποτικῆς χαρᾶς ἀξιωθῶμεν, αὐτῆς ἡμᾶς καταξίωσον, Χριστε ὁ Θεός, ὡς φιλάνθρωπος.
Ὅταν ἔλθῃς ἐν δόξῃ μετ' Ἀγγελικῶν Δυνάμεων, καὶ καθίσῃς ἐν θρόνῳ Ἰησοῦ διακρίσεως, μή με Ποιμὴν ἀγαθὲ διαχωρίσῃς· ὁδοὺς δεξιὰς γὰρ οἶδας, διεστραμμέναι δέ εἰσιν αἱ εὐώνυμοι· μὴ οὖν ἐρίφοις με, τὸν τραχὺν τῇ ἁμαρτίᾳ συναπολέσῃς· ἀλλὰ τοῖς ἐκ δεξιῶν, συναριθμήσας προβάτοις, σῶσόν με ὡς φιλάνθρωπος.
Ὁ Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους, ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ νυμφῶνός σου, τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον, τῇ μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν ἀνάδειξον, τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.
Δόξα... Καὶ νῦν... Ἦχος βαρὺς
Ἰδού σοι τὸ τάλαντον, ὁ Δεσπότης ἐμπιστεύει ψυχή μου, φόβῳ δέξαι τὸ χάρισμα, δάνεισαι τῷ δεδωκότι, διάδος πτωχοῖς, καὶ κτῆσαι φίλον τὸν Κύριον, ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ, ὅταν ἔλθῃ ἐν δόξῃ, καὶ ἀκούσῃς μακαρίας φωνῆς. Εἴσελθε δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς ἀξίωσόν με, Σωτὴρ τὸν πλανηθέντα, διὰ τὸ μέγα σου ἔλεος.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας
Ἦχος α'
Τοῖς ἀμέτρως πταίουσι, πλουσίως συγχώρησον Σωτήρ, ἀξίωσον ἡμᾶς, ἀκατακρίτως προσκυνῆσαί σου τὴν ἁγίαν Ἀνάστασιν, πρεσβείαις τῆς ἀχράντου σου Μητρός, μόνε πολυέλεε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ρκθ'
Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ΄ αὐτῷ λύτρωσις.
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. Α', 21-28)
Ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο καὶ οἱ τροχοί, καὶ ἐν τῷ ἑστάναι αὐτά, εἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς, ἐξῄροντο σὺν αὐτοῖς καὶ οΙ τροχοί, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν τῶν ζώων, ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου, ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν, καὶ ὑποκάτω τοῦ στερεώματος, αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο συνεζευγμέναι, καὶ ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. Καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν, ἐν τῷ πτερύσσεσθαι αὐτά, ὡς φωνὴν ὕδατος πολλοῦ, καὶ ὡς φωνὴν Θεοῦ Σαδαῒ ἱκανοῦ, ἐν τῷ πορεύεσθαι αὐτά, φωνὴ τοῦ λόγου, ὡς φωνὴ παρεμβολῆς, καὶ ἐν τῷ ἑστάναι αὐτά, κατέπαυον αἱ πτέρυγες αὐτῶν. Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος, τοῦ ὄντος ὑπέρ κεφαλῆς αὐτῶν, ἐν τῷ ἑστάναι αὐτά, ἀνίεντο αἱ πτέρυγες αὐτῶν, καὶ ὑπεράνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου Σαπφείρου, ὁμοίωμα θρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου, ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος ἕως κάτω, εἶδον ὅρασιν πυρός, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ, ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ, ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ στάσις τοῦ φέγγους κύκλωθεν. Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου.
Προκείμενον Ἦχος δ' Ψαλμὸς ρλ'
Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.
Στίχ. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου