Τετάρτη 4 Μαρτίου 2009

ΤΑΞΙΣ ΠΡΟΗΓΙΑΣΜΕΝΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Α΄ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ' ΩΡΑΣ

 

          Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν , καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

 

          Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

 

Τρισάγιον

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

 

Ἀμήν. Κύριε ἐλέησον ιβ'. Δόξα... Καὶ νῦν...

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

 

Ψαλμὸς 83

          Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ Θεός μου μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε μακάριος ἀνὴρ ᾦ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· Κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ Θεὸς τῶν Θεῶν ἐν Σιὼν Κύριε ὁ Θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι ὁ Θεὸς Ἰακὼβ ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ Θεὸς καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεὸς χάριν καὶ δόξαν δώσει Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ Κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σὲ

 

Ψαλμὸς 84

Εὐδόκησας Κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου ἐπίστρεψον ἡμᾶς ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεὰν; ὁ Θεὸς σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοὶ δεῖξον ἡμῖν Κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν; ἀκούσομαι τὶ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

 

Ψαλμὸς 85

Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ ἐλέησόν με Κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου ὅτι σὺ Κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ ὅτι εἰσήκουσάς μου οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια σὺ εἶ ὁ Θεὸς μόνος ὁ μέγας ὁδήγησόν με Κύριε ἐν τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου ἐξομολογήσομαί σοι Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου ὁ Θεὸς παράνομοι ἐπανέστησαν ἐπ' ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν, καὶ σὺ Κύριε ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου, ποίησον μέτ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

 Δόξα... Καὶ νῦν ... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον (γ')

 

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι' ἡμᾶς, σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.

Στιχ: Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου Κύριε κατὰ τὸ λόγιόν σου συνέτισόν με

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι' ἡμᾶς, σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.

Στιχ: Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου κατὰ τὸ λόγιόν σου ῥῦσαί με

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι' ἡμᾶς, σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

  

Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.

 

          Βλέπων ο ληστής τον αρχηγόν της ζωής επί σταυρού κρεμάμενον, έλεγεν· Ει μη Θεός υπήρχε σαρκωθείς, ο συν ημίν σταυρωθείς, ουκ αν ο ήλιος τας ακτίνας εναπέκρυψεν, ουδέ η γη σειομένη εκυμαίνετο· αλλ' ο πάντων ανεχόμενος, μνήσθητί μου, Κύριε εν τη βασιλεία σου.

Δόξα.

          Εν μέσω δύο ληστών, ζυγός δικαιοσύνης ευρέθη ο σταυρός σου· του μεν καταγομένου εις άδην τω βάρει της βλασφημίας, του δε κουφιζομένου πταισμάτων προς γνώσιν θεολογίας· Χριστέ ο Θεός, δόξα σοι.

Και νυν.

          Τον Αμνόν και Ποιμένα και σωτήρα του κόσμου, εν τω σταυρώ θεωρούσα η τεκούσα, έλεγε δακρύουσα· Ό μεν κόσμος αγάλλεται, δεχόμενος την λύτρωσιν, τα δε σπλάγχνα μου φλέγονται, ορώσης σου την σταύρωσιν, ην υπέρ πάντων υπομένεις, ο Υιός και θεός μου.

 

Κύριε ελέησον μ΄, Δόξα. Και νυν. Την τιμιωτέραν. Εν ονόματι Κυρίου, ευλόγησον πάτερ.

 

Δι’ ευχών…

          Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.

          Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.

 

          Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

Ήχος πλ. δ'

·               Εν τή βασιλεία σου μνήσθητί ημών, Κύριε, όταν έλθης εν τή βασιλεία σου,

·               Μακάριοι οι Πτωχοί τώ πνεύματι, ότι αυτών, εστιν η βασιλεια τών ουρανών,

·               Μακάριοι οι πενθούντες, ότι αυτοί παρακληθήσονται,

·               Μακάριοι οι πραείς, ότι αυτοί κληρονομήσουσι τήν γήν,

·               Μακάριοι οι πεινώντες καί διψώντες τήν δικαιοσύνην, ότι αυτοί χορτασθήσονται,

·               Μακάριοι οι ελεήμονες, ότι αυτοί ελεηθήσονται,

·               Μακάριοι οι καθαροί τή καρδία, ότι αυτοί τόν Θεόν όψονται.

·               Μακάριοι οι ειρηνοποιοί, ότι αυτοί υιοί Θεού κληθήσονται,

·               Μακάριοι οι δεδιωγμένοι ένεκεν δικαιοσύνης, ότι αυτών εστιν ή βασιλεία τών ουρανών.

·               Μακάριοί εστε, όταν ονειδίσωσιν υμάς, καί διώξωσι, καί είπωσι πάν πονηρόν ρήμα καθ' υμών, ψευδόμενοι ένεκεν εμού.

·               Χαίρετε καί αγαλλιάσθε, ότι ο μισθός υμών πολύς έν τοίς ουρανοίς.

 

Δόξα... Καί νύν...

 

·               Μνήσθητι ημών, Κύριε, όταν έλθης εν τή βασιλεία σου.

·               Μνήσθητι ημών, Δέσποτα, όταν έλθης εν τή βασιλεία σου.

·               Μνήσθητι ημών, Άγιε, όταν έλθης εν τή βασιλεία σου.

Χορός ο επουράνιος υμνεί σε καί λέγει, Άγιος, Άγιος, Άγιος, Κύριος Σαβαώθ, πλήρης ο ουρανός καί ή γή τής δόξης σου.

 

Στίχ. Προσέλθετε πρός αυτόν, καί φωτίσθητε, καί τά πρόσωπα υμών ου μή καταισχυνθή.

 

Χορός ο επουράνιος υμνεί σε καί λέγει, Άγιος, Άγιος, Άγιος, Κύριος Σαβαώθ, πλήρης ο ουρανός καί η γή τής δόξης σου.

 

Δόξα...

Χορός άγίων Αγγέλων καί Αρχαγγέλων, μετά πασών τών επουρανίων Δυνάμεων, υμνεί σε καί λέγει, Άγιος, Άγιος, Άγιος, Κύριος Σαβαώθ, πλήρης ο ουρανός καί η γή τής δόξης σου.

Καί νύν...

Πιστεύω εις ένα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων.

Και εις έναν Κύριον Ιησούν Χριστόν, τον Υιόν του Θεού τον Μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων, Φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι' ου τα πάντα εγένετο, Τον δι' ημάς τους ανθρώπους και διά την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών και σαρκωθέντα εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου και ενανθρωπήσαντα,Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου και παθόντα και ταφέντα, Και αναστάντα τη τρίτη ημέρα κατά τας Γραφάς, Και ανελθόντα εις τους Ουρανούς και καθεζόμενον εκ δεξιών του Πατρός, Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς, Ου της βασιλείας ουκ έσται τέλος.

Και εις το Πνεύμα το Άγιον, το Κύριον, το Ζωοποιόν , το εκ του Πατρός εκπορευόμενον, το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν διά των Προφητών.

Εις Μίαν , Αγίαν, Καθολικήν και Αποστολικήν Εκκλησίαν, Ομολογώ εν Βάπτισμα εις άφεσιν αμαρτιών, Προσδοκώ ανάστασιν νεκρών, Και ζωήν του μέλλοντος αιώνος, Αμήν.

 Άνες, άφες, συγχώρησον, ο Θεός, τά παραπτώματα ημών, τά εκούσια καί τά ακούσια, τά εν έργω καί λόγω, τά εν γνώσει καί αγνοία, τά εν νυκτί καί ημέρα, τά κατά νούν καί διάνοιαν, τά πάντα ημίν συγχώρησον, ως αγαθός καί φλάνθρωπος.

 

Πάτερ ημών... Ότι σού εστιν...

 

         Επί τού όρους μετεμορφώθης, καί, ως εχώρουν οι Μαθηταί σου, τήν δόξαν σου, Χριστέ ο Θεός, εθεάσαντο, ίνα, όταν σέ ίδωσι σταυρούμενον, τό μέν πάθος νοήσωσιν εκούσιον, τώ δέ κόσμω κηρύξωσιν, ότι σύ υπάρχεις αληθώς, τού Πατρός τό απαύγασμα.

 

          Ο υψωθείς εν τω Σταυρώ εκουσίως, τή επωνύμω σου καινή πολιτεία, τούς οικτιρμούς σου δώρησαι, Χριστέ ο Θεός Εύφρανον εν τή δυνάμει σου, τούς πιστούς βασιλείς ημών, νίκας χορηγών αυτοίς, κατά τών πολεμίων, τήν συμμαχίαν έχοιεν την σήν, όπλον ειρήνης, αήττητον τρόπαιον.

 

          Κωνσταντίνος σήμερον, συν τη μητρί τη Ελένη, τον Σταυρόν εκφαίνουσι, το πανσεβάσμιον ξύλον, πάντων μεν, των Ιουδαίων αισχύνην όντα, όπλον δε, πιστών ανάκτων κατ’ εναντίων‡ δι’ ημάς γάρ ανεδείχθη, σημείον μέγα, και εν πολέμοις φρικτόν.

 

          Οι Μάρτυρές σου Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση, Αυτών ταίς ικεσίαις Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.

 

Δόξα

Μετά τών Αγίων άνάπαυσον, Χριστέ, τάς ψυχάς τών δούλων σου, ένθα ουκ έστι πόνος, ου λύπη, ου στεναγμός, αλλά ζωή ατελεύτητος.

 

Και νυν

Προστασία τών Χριστιανών ακαταίσχυντε, μεσιτεία, πρός τόν Ποιητήν αμετάθετε, μή παρίδης, αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, εις τήν βοήθειαν ημών, τών πιστώς κραυγαζόντων σοι, Τάχυνον εις πρεσβείαν, καί σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, τών τιμώντων σε. 

 

Κύριε ελέησον μ'

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός. Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

 

Κύριε ἐλέησον  γ' Δόξα... Καὶ νῦν...

          Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

          Εν ονόματι Κυρίου ευλόγησον, πάτερ.

 

          Ο Θεός οικτειρήσαι ημάς, καί ευλογήσαι ημάς, επιφάναι τό πρόσωπον αυτού εφ' ημάς, καί ελεήσαι ημάς.

         

          Παναγία Τριάς, τό Ομοούσιον κράτος, η αδιαίρετος βασιλεία, η πάντων τών αγαθών αιτία ευδόκησον δή καί επ εμοί τώ αμαρτωλώ, στήριξον, συνέτισον τήν καρδίαν μου, καί πάσαν περίελέ μου τήν βεβηλότητα, φώτισόν μου τήν διάνοιαν, ίνα διά παντός δοξάζω, υμνώ, προσκυνώ καί λέγω Είς Άγιος, είς Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός, Αμήν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 ΕΣΠΕΡΙΝΟΣ

Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ.

Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν Χριστώ, τω βασιλεί ημών Θεώ.

Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν αυτώ Χριστώ, τω βασιλεί και Θεώ ημών.

Ψαλμός 103

Ευλόγει η ψυχή μου, τόν Κύριον· Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.

Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.

Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.

Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.

Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.

Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.

Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.

Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.

Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.

Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.

Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.

ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.

Επ Αυτά τά πετεινά τού ουρανού κατασκηνώσει· εκ μέσου τών πετρών δώσουσι φωνήν.

Ποτίζων όρη εκ τών υπερώων αυτού· από καρπού τών έργων σου χορτασθήσεται η γή.

Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.

Τού εξαγαγείν άρτον εκ τής γής· καί οίνος ευφραίνει καρδίαν ανθρώπου.

Τού ιλαρύναι πρόσωπον εν ελαίω· κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.

Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.

Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.

Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.

Εποίησε σελήνην εις καιρούς· ο ήλιος έγνω τήν δύσιν αυτού.

Έθου σκότος, καί εγένετο νύξ· εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.

Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.

Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.

Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.

Ως εμεγαλύνθη τά έργα σου, Κύριε· πάντα εν σοφία εποίησας· επληρώθη η γή τής κτίσεώς σου.

Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος· εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.

Εκεί πλοία διαπορεύονται· δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.

Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών  εις εύκαιρον· δόντος σου αυτοίς συλλέξουσιν.

Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος· αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.

Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.

Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.

Ήτω η δόξα Κυρίου εις τούς αιώνας· ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.

Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν· ο απτόμενος τών ορέων, και καπνίζονται.

Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.

Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν

Ο ήλιος έγνω τήν δύσιν αυτού· έθου σκότος, καί εγένετο νύξ.

Ως εμεγαλύνθη τά έργα σου, Κύριε· πάντα εν σοφία εποίησας.

 

Δόξα... Καί νύν ...

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').

Η ελπίς ημών, Κύριε, δόξα σοι.

 

Εν ειρήνη του Κυρίου δεηθώμεν.

Υπέρ της άνωθεν ειρήνης, και της σωτηρίας των ψυχών ημών, του Κυρίου δεηθώμεν.

Υπέρ της ειρήνης του σύμπαντος κόσμου, ευσταθείας των αγίων του Θεού Εκκλησιών, και της των πάντων ενώσεως, του Κυρίου δεηθώμεν.

Υπέρ του αγίου οίκου τούτου, και των μετά πίστεως, ευλαβείας, και φόβου Θεού εισιόντων εν αυτώ, του Κυρίου δεηθώμεν.

Υπέρ του Αρχιεπισκόπου ημών Βαρνάβα, του τιμίου πρεσβυτερίου, της εν Χριστώ διακονίας, παντός του Κλήρου και του Λαού, του Κυρίου δεηθώμεν.

Υπέρ του ευσεβούς ημών Έθνους, πάσης Αρχής και Εξουσίας εν αυτώ, του κατά ξηράν θάλασσαν και αέρα φιλοχρίστου ημών στρατού, του Κυρίου δεηθώμεν.

Υπέρ της (πόλεως) ταύτης, πάσης πόλεως και χόρας και των πίστει οικούντων εν αυταίς, του Κυρίου δεηθώμεν.

Υπέρ ευκρασίας αέρων, ευφορίας των καρπών της γης και καιρών ειρηνηκών, του Κυρίου δεηθώμεν.

Υπέρ πλεόντων, οδοιπορούντων, νοσούντων, καμνόντων, αιχμαλώτων και της σωτηρίας αυτών, του Κυρίου δεηθώμεν.

Υπέρ του ρυσθήναι ημάς από πάσης θλίψεως, οργής, κινδύνου και ανάγκης, του Κυρίου δεηθώμεν.

Αντιλαβού, σώσον, ελέησον και διαφύλαξον ημάς, ο Θεός, τη ση χάριτι.

Της Παναγίας, αχράντου, υπερευλογημένης, ενδόξου, Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, μετά πάντων των Αγίων μνημονεύσαντες, εαυτούς και αλλήλους και πάσαν την ζωήν ημών, Χριστώ τω Θεώ παραθώμεθα.

 

(Κύριε, οικτίρμον καί ελεήμον, μακρόθυμε καί πολυέλεε, ενώτισαι τήν προσευχήν ημών καί πρόσχες τή φωνή τής δεήσεως ημών, Ποίησον μεθ' ημών σημείον εις αγαθόν, οδήγησον ημάς εν τή οδώ σου, τού πορεύεσθαι εν τή αληθεία σου, εύφρανον τάς καρδίας ημών, εις τό φοβείσθαι τό όνομά σου τό άγιον, διότι μέγας ει σύ καί ποιών θαυμάσια, Σύ Θεός μόνος καί ουκ έστιν όμοιός σοι εν θεοίς, Κύριε, δυνατός ει εν ελέει καί αγαθός εν ισχύϊ, εις τό βοηθείν καί παρακαλείν καί σώζειν πάντας τούς ελπίζοντας εις τό όνομά Σου τό άγιον).

Ότι πρέπει σοι πάσα δόξα, τιμή καί προσκύνησις, τώ Πατρί καί τώ Υιώ καί τώ Αγίω Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Μεθ' ό κλείεται εντελώς η' Ωραία Πύλη, ο Aναγνώστης αναγινώσκει μεγαλοφώνως τά "Πρός Κύριον" ήτοι τό ΙΗ' (18ον) Κάθισμα τού ψαλτηρίου.

 

Καθ' όν χρόνον αναγινώσκεται τό Πρώτον Κάθισμα τού Ψαλτηρίου, ο Ιερεύς κάμνει τρείς μετανοίας πρό τής Αγίας Τραπέζης, ανοίγει τό Αρτοφόριον, καί θυμιάσας τά Δώρα, απλώνει τό Αντιμήνσιον και θέτει τό Δισκάριον επ Αυτού, Αφού μεταφέρη τόν Αμνόν επ Αυτού, καλύπτει μέ τόν Αστερίσκον καί ένα κάλυμμα, τότε, προηγουμένου τού θυμιατού, απέρχεται εις τήν Πρόθεσιν, και εναποθέτει τό Δισκάριον, φέρον τόν Αμνόν.

 

Κατόπιν βάζει οίνον καί ύδωρ εις τό Αγιον Ποτήριον καί καλύπτει αυτό, καί μετά ταύτα, διά τού Αέρος αμφότερα τά σκεύη, Εις κάθε πράξιν λέγει απλώς τό: "Δι Ευχών τών Αγίων Πατέρων ημών, Κύριε Iησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς."

 

ΠΡΩΤΗ ΣΤΑΣΙΣ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ

 

ΨΑΛΜΟΣ ΡΙΘ' 119

          Πρός Κύριον εν τώ θλίβεσθαί με εκέκραξα, καί εισήκουσέ μου, Κύριε, ρύσαι τήν ψυχήν μου από χειλέων αδίκων καί από γλώσσης δολίας, Τί δοθείη σοι, καί τί προστεθείη σοι πρός γλώσσαν δολίαν, Τά βέλη τού δυνατού ηκονημένα, σύν τοίς, άνθραξι τοίς ερημικοίς, Οίμοι! ότι η παροικία μου εμακρύνθη, κατεσκήνωσα μετά τών σκηνωμάτων Κηδάρ, πολλά παρώκησεν η ψυχή μου, Μετά τών μισούντων τήν ειρήνην ήμ ην ειρηνικός, όταν ελάλουν αυτοίς, επολέμουν με δωρεάν.

ΨΑΛΜΟΣ ΡΚ' 120

          Ήρα τούς οφαθμούς μου εις τά όρη, όθεν ήξει η βοήθειά μου, Η βοήθειά μου παρά Κυρίου τού ποιήσαντος τόν ουρανόν καί τήν γήν, Μή δώης εις σάλον τόν πόδα σου, μηδέ νυστάξει ο φυλάσσων σε, Ιδού ου νυστάξει, ουδέ υπνώσει ο φυλάσσων τόν, Ισραήλ, Κύριος φυλάξει σε, Κύριος σκέπη σοι επί χείρα δεξιάν σου, Ημέρας ο ήλιος ου συγκαύσει σε, ουδέ η σελήνη τήν νύκτα, Κύριος φυλάξει σε από παντός κακού, φυλάξει τήν ψυχήν σου ο Κύριος, Κύριος φυλάξει τήν είσοδόν σου, καί τήν έξοδόν σου, από τού νύν καί έως τού αιώνος.

ΨΑΛΜΟΣ ΡΚΑ' 121

          Ευφράνθην επί τοίς ειρηκόσι μοι, Εις οίκον Κυρίου πορευσόμεθα, Εστώτες ήσαν οι πόδες ημών εν ταίς αυλαίς σου, Ιερουσαλήμ, Ιερουσαλήμ οικοδομουμένη ως πόλις, ής η μετοχή αυτής επί τό αυτό, Εκεί γάρ ανέβησαν αι φυλαί, φυλαί Κυρίου, μαρτύριον τώ Ισραήλ, τού εξομολογήσασθαι τώ ονόματι Κυρίου, Ότι εκεί εκάθισαν θρόνοι εις κρίσιν, θρόνοι επί οίκον Δαυϊδ, Ερωτήσατε δή τά εις ειρήνην τήν Ιερουσαλήμ καί ευθηνία τοίς αγαπώσί σε, Γενέσθω δή ειρήνη εν τή δυνάμει σου, καί ευθηνία εν ταίς πυργοβάρεσί σου, Ένεκα τών αδελφών μου καί τών πλησίον μου, ελάλουν δή ειρήνην περί σού, Ένεκα τού οίκου Κυρίου τού Θεού ημών, εξεζήτησα αγαθά σοι.

ΨΑΛΜΟΣ ΡΚΒ' 122

          Πρός σέ ήρα τούς οφθαλμούς μου, τόν κατοικούντα εν τώ ουρανώ, Ιδού ως οφθαλμοί δούλων εις χείρας τών κυρίων αυτών ως οφθαλμοί παιδίσκης εις χείρας τής κυρίας αυτής, ούτως οι οφθαλμοί ημών πρός Κύριον τόν Θεόν ημών, έως ου οικτερήσαι ημάς, Ελέησον ημάς, Κύριε, ελέησον ημάς, ότι επί πολύ επλήσθημεν εξουδενώσεως, Επί πλείον επλήσθη η ψυχή ημών, τό όνειδος τοίς ευθηνούσι, καί η εξουδένωσις τοίς υπερηφάνοις.

ΨΑΛΜΟΣ ΡΚΓ' 123

          Ει μή ότι Κύριος ήν εν ημίν, ειπάτω δή Ισραήλ, ει μή ότι Κύριος ήν εν ημίν, εν τώ επαναστήναι ανθρώπους εφ' ημάς, άρα ζώντας άν κατέπιον ημάς, Εν τώ οργισθήναι τόν θυμόν αυτών εφ' ημάς, άρα τό ύδωρ άν κατεπόντισεν ημάς, Χείμαρρον διήλθεν η ψυχή ημών, άρα διήλθεν η ψυχή ημών τό ύδωρ τό ανυπόστατον, Ευλογητός Κύριος, ός ουκ έδωκεν ημάς εις θήραν τοίς οδούσιν αυτών, Η ψυχή ημών ως στρουθίον ερρύσθη εκ τής παγίδος τών θηρευόντων, Η παγίς συνετρίβη, καί ημείς ερρύσθημεν, Η βοήθεια ημών εν ονόματι Κυρίου τού ποιήσαντος τόν ουρανόν καί τήν γήν.

 

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι, καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα, δόξα σοι ο Θεός, (3)

 

Κύριε, ελέησον, Κύριε, ελέησον, Κύριε, ελέησον.

 

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι, καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Έτι καί έτι εν ειρήνη τού Κυρίου δεηθώμεν.

Αντιλαβού, σώσον, ελέησον καί διαφύλαξον ημάς, ο Θεός, τή σή χάριτι.

Τής παναγίας, αχράντου, υπερευλογημένης, ενδόξου, δεσποίνης ημών Θεοτόκου καί αειπαρθένου Μαρίας, μετά πάντων τών αγίων μνημονεύσαντες, εαυτούς καί αλλήλους καί πάσαν τήν ζωήν ημών Χριστώ τώ Θεώ παραθώμεθα.

 

          Κύριε, μή τώ θυμώ σου ελέγξης ημάς, μηδέ τή οργή σου παιδεύσης ημάς, αλλά ποίησον μεθ' ημών κατά τήν επιείκειάν σου, ιατρέ καί θεραπευτά τών ψυχών ημών, οδήγησον ημάς επί λιμένα θελήματός σου, φώτισον τούς οφθαλμούς τών καρδιών ημών, εις επίγνωσιν τής σής αληθείας, καί δώρησαι ημίν τό λοιπόν τής παρούσης ημέρας ειρηνικόν καί αναμάρτητον, καί πάντα τόν χρόνον τής ζωής ημών, πρεσβείαις τής αγίας Θεοτόκου, καί πάντων τών Αγίων σου.

          Ότι σόν τό κράτος, καί σού εστιν η Βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ

 

ΨΑΛΜΟΣ ΡΚΔ' 124

          Οι πεποιθότες επί Κύριον, ως όρος Σιών, ου σαλευθήσεται εις τόν αιώνα ο κατοικών Ιερουσαλήμ, Όρη κύκλω αυτής, καί ο Κύριος κύκλω τού λαού αυτού από τού νύν καί έως τού αιώνος, Ότι ουκ αφήσει Κύριος τήν ράβδον τών αμαρτωλών επί τόν κλήρον τών δικαίων, όπως άν μή εκτείνωσιν οι δίκαιοι εν ανομίαις χείρας αυτών, Αγάθυνον, Κύριε, τοίς αγαθοίς καί τοίς ευθέσι τή καρδία, Τούς δέ εκκλίνοντας εις τάς στραγγαλιάς απάξει Κύριος μετά τών εργαζομένων τήν ανομίαν, ειρήνη επί τόν Ισραήλ.

ΨΑΛΜΟΣ ΡΚΕ' 125

          Εν τώ επιστρέψαι Κύριον τήν αιχμαλωσίαν Σιών, εγενήθημεν καί ωσεί παρακεκλημένοι, Τότε επλήσθη χαράς τό στόμα ημών, η γλώσσα ημών αγαλλιάσεως, Τότε ερούσιν εν τοίς έθνεσιν, Εμεγάλυνε Κύριος τού ποιήσαι μετ' αυτών, Εμεγάλυνε Κύριος τού ποιήσαι μεθ' ημών, εγενήθημεν ευφραινόμενοι, Επίστρεψον, Κύριε, τήν αιχμαλωσίαν ημών, ως χειμάρρους εν τώ νότω, Οι σπείροντες εν δάκρυσιν, εν αγαλλιάσει θεριούσι, Πορευόμενοι επορεύοντο καί έκλαιον, βάλλοντες τά σπέρματα αυτών, Ερχόμενοι δέ ήξουσιν εν αγαλλιάσει, αίροντες τά δράγματα αυτών.

ΨΑΛΜΟΣ ΡΚΣΤ' 126

          Εάν μή Κύριος οικοδομήση οίκον, εις μάτην εκοπίασαν οι οικοδομούντες, Εάν μ ή Κύριος φυλάξ η πόλιν, εις μάτην ηγρύπνησεν ο φυλάσσων, Εις μάτην υμίν εστι τό ορθρίζειν, Εγείρεσθε μετά τό καθήσθαι οι εσθίοντες άρτον οδύνης, Όταν δώ τοίς αγαπητοίς αυτού ύπνον, ιδού η κληρονομία Κυρίου, υιοί, ο μισθός τού καρπού τής γαστρός, Ωσεί βέλη εν χειρί δυνατού, ούτως οι υιοί τών εκτετιναγμένων, Μακάριος ός πληρώσει τήν επιθυμίαν αυτού εξ αυτών, ου καταισχυνθήσονται, όταν λαλώσι τοίς εχθροίς αυτών εν πύλαις.

ΨΑΛΜΟΣ ΡΚΖ' 127

          Μακάριοι πάντες οι φοβούμενοι τόν Κύριον, οι πορευόμενοι εν ταίς οδοίς αυτού, Τούς πόνους τών καρπών σου φάγεσαι, καί καλώς σοι έσται, Η γυνή σου ως άμπελος μακάριος ει, ευθηνούσα εν ταίς κλίτεσι τής οικίας σου, Οι υιοί σου ως νεόφυτα ελαιών κύκλω τής τραπέζης σου, Ιδού ούτως ευλογηθήσεται άνθρωπος ο φοβούμενος τόν Κύριον, Ευλογήσαι σε Κύριος εκ Σιών, καί ίδοις τά αγαθά Ιερουσαλήμ πάσας τάς ημέρας τής ζωής σου, Καί ίδοις υιούς τών υιών σου, Ειρήνη επί τόν Ισραήλ.

ΨΑΛΜΟΣ ΡΚΗ' 128

          Πλεονάκις επολέμησάν με εκ νεότητός μου, ειπάτω δή Ισραήλ, Πλεονάκις επολέμησάν με εκ νεότητός μου, καί γάρ ουκ ηδυνήθησάν μοι, Επί τόν νώτόν μου ετέκταινον οι αμαρτωλοί, εμάκρυναν τήν ανομίαν αυτών, Κύριος δίκαιος συνέκοψεν αυχένας αμαρτωλών, Αισχυνθήτωσαν καί αποστραφήτωσαν εις τά οπίσω πάντες οι μισούντες Σιών, Γενηθήτωσαν ωσεί χόρτος δωμάτων, ός πρό τού εκσπασθήναι εξηράνθη, ού ουκ επλήρωσε τήν χείρα αυτού ο θερίζων, καί τόν κόλπον αυτού ο τά δράγματα συλλέγων, Καί ουκ είπον οι παράγοντες, Ευλογία Κυρίου εφ' υμάς, ευλογήκαμεν υμάς έν ονόματι Κυρίου.

 

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι, καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα, δόξα σοι ο Θεός, (τρις)

 

Κύριε, ελέησον, Κύριε, ελέησον, Κύριε, ελέησον.

 

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι, καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Έτι καί έτι εν ειρήνη τού Κυρίου δεηθώμεν.

Αντιλαβού, σώσον, ελέησον καί διαφύλαξον ημάς, ο Θεός, τή σή χάριτι.

Τής παναγίας, αχράντου, υπερευλογημένης, ενδόξου, δεσποίνης ημών Θεοτόκου καί αειπαρθένου Μαρίας, μετά πάντων τών αγίων μνημονεύσαντες, εαυτούς καί αλλήλους καί πάσαν τήν ζωήν ημών Χριστώ τώ Θεώ παραθώμεθα.

 

          Κύριε, ο Θεός ημών, μνήσθητι ημών τών αμαρτωλών καί αχρείων δούλων σου, εν τώ επικαλείσθαι ημάς τό άγιον καί προσκυνητόν όνομά σου, καί μή καταισχύνης ημάς από τής προσδοκίας τού ελέους σου, αλλά χάρισαι ημίν, ο Θεός, πάντα τά πρός σωτηρίαν αιτήματα, καί αξίωσον ημάς αγαπάν, καί φοβείσθαί σε εξ όλης τής καρδίας ημών, καί ποιείν εν πάσι τό θέλημά σου.

          Ότι αγαθός καί Φιλάνθρωπος Θεός υπάρχεις καί σοί τώ Πατρί καί τώ Υιώ καί τώ Αγίω τήν δόξαν αναπέμπομεν, Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

ΣΤΑΣΙΣ ΤΡΙΤΗ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ

 

ΨΑΛΜΟΣ ΡΚΘ' 129

          Εκ βαθέων εκέκραξά σοι, Κύριε, Κύριε, εισάκουσον τής φωνής μου, Γενηθήτω τά ώτά σου προσέχοντα εις τήν φωνήν τής δεήσεώς μου, Εάν ανομίας παρατηρήσης, Κύριε, Κύριε, τίς υποστήσεται; Ότι παρά σοί ο ιλασμός εστιν, Ένεκεν τού ονόματός σου υπέμεινά σε, Κύριε, υπέμεινεν η ψυχή μου εις τόν λόγον σου, ήλπισεν η ψυχή μου επί τόν Κύριον, Από φυλακής πρωϊας μέχρι νυκτός, από φυλακής πρωϊας, ελπισάτω Ισραήλ επί τόν Κύριον, Ότι παρά τώ Κυρίω τό έλεος, καί πολλή παρ' αυτώ λύτρωσις, καί αυτός λυτρώσεται τόν Ισραήλ εκ πασών τών ανομιών αυτού.

ΨΑΛΜΟΣ ΡΛ' 130

          Κύριε, ουχ υψώθη η καρδία μου, ουδέ εμετεωρίσθησαν οι οφθαλμοί μου, ουδέ επορεύθην εν μεγάλοις, ουδέ εν θαυμασίοις υπέρ εμέ, Ει μή εταπεινοφρόνουν, αλλά ύψωσα τήν ψυχήν μου, ως τό απογεγαλακτισμένον επί τήν μητέρα αυτού, ως ανταποδώσεις επί τήν ψυχήν μου, Ελπισάτω Ισραήλ επί τόν Κύριον από τού νύν καί έως τού αιώνος.

ΨΑΛΜΟΣ ΡΛΑ' 131

          Μνήσθητι, Κύριε, τού Δαυϊδ, καί πάσης τής πραότητος αυτού, Ως ώμοσε τώ Κυρίω, ηύξατο τώ Θεώ Ιακώβ, Ει εισελεύσομαι εις σκήνωμα οίκου μου, ει αναβήσομαι επί κλίνης στρωμνής μου, Ει δώσω ύπνον τοίς οφθαλμοίς μου, καί τοίς βλεφάροις μου νυσταγμόν, καί ανάπαυσιν τοίς κροτάφοις μου, Έως ου εύρω τόπον τώ Κυρίω, σκήνωμα τώ Θεώ Ιακώβ, Ιδού ηκούσαμεν αυτήν εν Εφραθά, εύρομεν αυτήν εν τοίς πεδίοις τού δρυμού, Εισελευσόμεθα εις τά σκηνώματα αυτού, προσκυνήσομεν εις τόν τόπον, ου έστησαν οι πόδες αυτού, Ανάστηθι, Κύριε, εις τήν ανάπαυσίν σου, σύ, καί η κιβωτός τού αγιάσματός σου, Οι ιερείς σου ενδύσονται δικαιοσύνην, καί οι όσιοί σου αγαλλιάσονται, Ένεκεν Δαυϊδ τού δούλου σου μή αποστρέψης τό πρόσωπον τού χριστού σου, Ώμοσε Κύριος τώ Δαυϊδ αλήθειαν, καί ου μή αθετήσει αυτήν, Εκ καρπού τής κοιλίας σου θήσομαι επί τού θρόνου σου, Εάν φυλάξωνται οι υιοί σου τήν διαθήκην μου, καί τά μαρτύριά μου ταύτα, ά διδάξω αυτούς, καί οι υιοί αυτών εως τού αιώνος καθιούνται επί τού θρόνου σου, Ότι εξελέξατο Κύριος τήν Σιών, ηρετίσατο αυτήν εις κατοικίαν εαυτώ, Αύτη η καταπαυσίς μου εις αιώνα αιώνος, ώδε κατοικήσω, ότι ηρετισάμην αυτήν, Τήν θύραν αυτής ευλογών ευλογήσω, τούς πτωχούς αυτής χορτάσω άρτων, Τούς ιερείς αυτής ενδύσω σωτηρίαν, καί οι όσιοι αυτής αγαλλιάσει αγαλλιάσονται, Εκεί εξανατελώ κέρας τώ Δαυϊδ, ητοίμασα επί λύχνον τώ χριστώ μου, Τούς εχθρούς αυτού ενδύσω αισχύνην, δέ αυτόν εξανθήσει τό αγίασμά μου.

ΨΑΛΜΟΣ ΡΛΒ' 132

          Ιδού δή τί καλόν, ή τί τερπνόν, αλλ' ή τό κατοικείν αδελφούς επί τό αυτό, Ως μύρον επί κεφαλής τό καταβαίνον επί πώγωνα, τόν πώγωνα τού Ααρών, τό καταβαίνον επί τήν ώαν τού ενδύματος αυτού, Ως δρόσος Αερμών, η καταβαίνουσα επί τά όρη Σιών, ότι εκεί ενετείλατο Κύριος τήν ευλογίαν, ζωήν εως τού αιώνος.

ΨΑΛΜΟΣ ΡΛΓ' 133

          Ιδού δή ευλογείτε τόν Κύριον, πάντες οι δούλοι Κυρίου, οι εστώτες εν οίκω Κυρίου, εν αυλαίς οίκου Θεού ημών, Εν ταίς νυξίν επάρατε τάς χείρας υμών εις τά άγια, καί ευλογείτε τόν Κύριον, Ευλογήσαι σε Κύριος εκ Σιών, ο ποιήσας τόν ουρανόν καί τήν γήν.

 

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 Αλλ ηλούϊα, Αλληλούϊα, Αλληλούϊα, δόξα σοι ο Θεός, (τρις)

Η ελπίς ημών, Κύριε, δόξα Σοι.

 

Έτι καί έτι εν ειρήνη τού Κυρίου δεηθώμεν.

Αντιλαβού, σώσον, ελέησον καί διαφύλαξον ημάς, ο Θεός, τή σή χάριτι.

Τής παναγίας, αχράντου, υπερευλογημένης, ενδόξου, δεσποίνης ημών Θεοτόκου καί αειπαρθένου Μαρίας, μετά πάντων τών αγίων μνημονεύσαντες, εαυτούς καί αλλήλους καί πάσαν τήν ζωήν ημών Χριστώ τώ Θεώ παραθώμεθα.

 

          Ο τοίς ασιγήτοις ύμνοις καί απαύστοις δοξολογίαις υπό τών αγίων δυνάμεων ανυμνούμενος, πλήρωσον τό στόμα ημών τής αινέσεώς σου, τού δούναι μεγαλωσύνην τώ ονόματί σου τώ αγίω, καί δός ημίν μερίδα καί κλήρον μετά πάντων τών φοβουμένων σε εν αληθεία καί φυλασσόντων τάς εντολάς σου, πρεσβείαις τής αγίας Θεοτόκου καί πάντων τών αγίων σου,.

          Ότι σύ ει ο Θεός ημών, Θεός τού ελεείν καί σώζειν, τώ Πατρί καί τώ Υιώ καί τώ καί σοί τήν δόξαν αναπέμπομεν, Αγίω Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.  Και ψάλλεται ο

Ψαλμός 140

          Κύριε εκέκραξα πρός σέ, εισάκουσόν μου, εισάκουσόν μου, Κύριε. Κύριε, εκέκραξα πρός σέ, εισάκουσόν μου· πρόσχες τή φωνή τής δεήσεώς μου, εν τώ κεκραγέναι με πρός σέ· εισάκουσόν μου, Κύριε.

          Κατευθυνθήτω η προσευχή μου, ως θυμίαμα ενώπιόν σου· έπαρσις τών χειρών μου θυσία εσπερινή· εισάκουσόν μου, Κύριε.

Θού, Κύριε, φυλακήν τώ στόματί μου, καί θύραν περιοχής περί τά χείλη μου.

Μή εκκλίνης τήν καρδίαν μου εις λόγους πονηρίας, τού προφασίζεσθαι προφάσεις εν αμαρτίαις.

Σύν ανθρώποις εργαζομένοις τήν ανομίαν, καί ου μή συνδυάσω μετά τών εκλεκτών αυτών.

Παιδεύσει με δίκαιος εν ελέει, καί ελέγξει με· έλαιον δέ αμαρτωλού μή λιπανάτω τήν κεφαλήν μου.

Ότι έτι καί η προσευχή μου εν ταίς ευδοκίαις αυτών·  κατεπόθησαν εχόμενα πέτρας οι κριταί αυτών.

Ακούσονται τά ρήματά μου, ότι ηδύνθησαν· ωσεί πάχος γής ερράγη επί τής γής, διεσκορπίσθη τά οστά ημών παρά τόν άδην.

Ότι πρός σέ, Κύριε, Κύριε, οι οφθαλμοί μου· επί σοί ήλπισα, μή αντανέλης τήν ψυχήν μου.

Φύλαξόν με από παγίδος ής συνεστήσαντό μοι, καί από σκανδάλων τών εργαζομένων τήν ανομίαν.

Πεσούνται εν αμφιβλήστρω αυτών οι αμαρτωλοί, κατά μόνας ειμί εγώ, έως άν παρέλθω.

Ψαλμός 141

Φωνή μου πρός Κύριον εκέκραξα, φωνή μου πρός Κύριον εδεήθην.

Εκχεώ εναντίον αυτού τήν δέησίν μου, τήν θλίψίν μου ενώπιον αυτού απαγγελώ.

Εν τώ εκλείπειν εξ εμού τό πνεύμά μου, καί σύ έγνως τάς τρίβους μου.

Εν οδώ ταύτη, ή επορευόμην, έκρυψαν παγίδα μοι.

Κατενόουν εις τά δεξιά, καί επέβλεπον, ότι ουκ ήν ο επιγινώσκων με.

Απώλετο φυγή απ' εμού καί ουκ έστιν ο εκζητών τήν ψυχήν μου.

Εκέκραξα πρός σέ, Κύριε· είπα· Σύ εί η ελπίς μου, μερίς μου εί εν γή ζώντων.

Πρόσχες πρός τήν δέησίν μου, ότι εταπεινώθην σφόδρα. Ρύσαί με εκ τών καταδιωκόντων με, ότι εκραταιώθησαν υπέρ εμέ.

 

Εξάγαγε εκ φυλακής τήν ψυχήν μου, τού εξομολογήσασθαι τώ ονόματί σου.

Στιχηρόν, Ήχος πλ. δ'

          Νηστεύοντες αδελφοί σωματικώς, νηστεύσωμεν καί πνευματικώς, λύσωμεν πάντα σύνδεσμον αδικίας, διαρρήξωμεν στραγγαλιάς, βιαίων συναλλαγμάτων, πάσαν συγγραφήν άδικον διασπάσωμεν, δώσωμεν πεινώσιν άρτον, καί πτωχούς αστέγους εισαγάγωμεν εις οίκους, ίνα λάβωμεν παρά Χριστού τού Θεού, τό μέγα έλεος.

 

Εμέ υπομενούσι δίκαιοι, έως ου ανταποδώς μοι.

          Το αυτό.

 

Εκ βαθέων εκέκραξά σοι, Κύριε, Κύριε εισάκουσον τής φωνής μου.

          Εί τις αρετή, καί εί τις έπαινος, πρέπει τοίς Αγίοις, ξίφεσι γάρ έκλιναν τούς αυχένας, διά σέ τόν κλίναντα ουρανούς, καί καταβάντα, εξέχεαν τό αίμα αυτών, διά σέ τόν κενώσαντα σαυτόν, καί μορφήν δούλου λαβόντα, εταπεινώθησαν έως θανάτου, τήν πτωχείαν σου μιμούμενοι ών ταίς ευχαίς, κατά τό πλήθος τών οικτιρμών σου ο Θεός, ελέησον ημάς.

 

Γενηθήτω τά ώτά σου προσέχοντα εις τήν φωνήν τής δεήσεώς μου.

Ήχος β'  Ως ωράθης Χριστέ

          Φεγγοβόλους υμάς, ως αστραπάς εις πάντα Κόσμον, Ιησούς ο νοητός όντως ήλιος εξαποστείλας, απεμείωσε ταίς λαμπρότησι, τού υμών ενθέου κηρύγματος, πλάνης τό σκότος, θεόπται Απόστολοι, καί εφώτισε τούς εν ζόφω, τής αγνωσίας κεκρατημένους πονηρώς, όνπερ εκδυσωπήσατε, καταπέμψαι καί ημίν τόν φωτισμόν, καί τό μέγα έλεος.

 

Εάν ανομίας παρατηρήσης, Κύριε, Κύριε τίς υποστήσεται; ότι παρά σοί ο ιλασμός εστιν.

          Αρετών Ηλιού, προσεπιβάς άρματι θείω, τή νηστεία λαμπρυνθείς ανεφέρετο, επί τό ύψος τό ουράνιον, Τούτον ζήλωσον, ταπεινή ψυχή μου καί νήστευσον, πάσης κακίας, καί φθόνου έριδος, καί τρυφής απορρεούσης, καί ενηδόνου, όπως οδύνην χαλεπήν εκφύγης, διαιωνίζουσαν, τής γεέννης εκβοώσα τώ Χριστώ. Κύριε δόξα σοι.

 

Ένεκεν τού ονόματός σου υπέμεινά σε, Κύριε, υπέμεινεν η ψυχή μου εις τόν λόγον σου, ήλπισεν η ψυχή μου επί τόν Κύριον.

Ήχος πλ. α'  Όσιε Πάτερ

          Απόστολοι θείοι, τού Κόσμου θερμότατοι πρεσβευταί, καί τών ορθοδόξων προασπισταί, έχοντες παρρησίας τό κράτος, πρός Χριστόν τόν Θεόν ημών, υπέρ ημών αιτήσασθε, δεόμεθα πανσεβάσμιοι, ίνα τών Νηστειών, τόν αγαθόν καιρόν, ευμαρώς ποιησώμεθα, καί τής ομοουσίου Τριάδος, τήν χάριν δεξώμεθα. Μεγαλοκήρυκες ένδοξοι, εύχεσθε υπέρ τών ψυχών ημών.

 

Από φυλακής πρωίας μέχρι νυκτός, από φυλακής πρωίας, ελπισάτω Ισραηλ επί τόν Κύριον.

Ήχος α'  Πανεύφημοι Μάρτυρες

          Μάρτυς παναοίδιμε πολλαίς, ομιλήσας θλίψεσι, καί ανυποίστοις κολάσεσι τόν πολυμήχανον, ετροπώσω όφιν, καί τούτον υπέταξας, ποσίν ωραιοτάτοις σου ένδοξε, Χριστού δεόμενος, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην καί τό μέγα έλεος.

 

Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

          Το αυτό.

Αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

          Κόνων παναοίδιμε φωτί, τού Αγίου Πνεύματος, καταυγασθείς τήν διάνοιαν, σκότος εμείωσας, πονηρών δαιμόνων, καί πρός φέγγος άδυτον, μετέβης εν Θεώ ευφραινόμενος, όν νύν ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην καί τό μέγα έλεος.

 

Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα.

          Κόνων αξιάγαστε ναός, τής Τριάδος γέγονας, καί τόν ναόν τόν πανάγιον, έν ώ τό σώμά σου, ευσεβώς ετέθη, ποταμόν ανέδειξας, απείρων ιαμάτων πανόλβιε, διό ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην καί τό μέγα έλεος.

 

Δόξα... Καί νύν... Σταυροθεοτοκίον

Τόν ίδιον Άρνα η Αμνάς, καί άμωμος Δέσποινα, εν τώ Σταυρώ ως εώρακεν, είδος ουκ έχοντα, ουδέ κάλλος, Οίμοι! θρηνωδούσα έλεγε, πού σου τό κάλλος έδυ γλυκύτατε; πού η ευπρέπεια; πού η χάρις η αστράπτουσα, τής μορφής σου, Υιέ μου παμφίλτατε;

 

Είσοδος μετά θυμιατού

Τού Κυρίου δεηθώμεν.

Εσπέρας καί πρωϊ καί μεσημβρίας, αινούμεν, ευλογούμεν, ευχαριστούμεν καί δεόμεθά σου, Δέσποτα τών απάντων, Φιλάνθρωπε, Κύριε, Κατεύθυνον τήν προσευχήν ημών, ως θυμίαμα ενώπιόν σου, καί μή εκκλίνης τάς καρδίας ημών εις λόγους, ή εις λογισμούς πονηρίας, αλλά ρύσαι ημάς εκ πάντων τών θηρευόντων τάς ψυχάς ημών, ότι πρός σέ, Κύριε, Κύριε, οι οφθαλμοί ημών, καί επί σοί ηλπίσαμεν, μή καταισχύνης ημάς, ο Θεός ημών, Ότι πρέπει σοι πάσα δόξα, τιμή καί προσκύνησις, τώ Πατρί καί τώ Υιώ καί τώ αγίω Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Ευλογημένη η Είσοδος τών Αγίων σου, πάντοτε, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

Σοφία, Ορθοί.

 

Φώς ιλαρόν αγίας δόξης αθανάτου Πατρός, ουρανίου, αγίου, μάκαρος, Ιησού Χριστέ, ελθόντες επί τήν ηλίου δύσιν, ιδόντες φώς εσπερινόν, υμνούμεν Πατέρα, Υιόν, καί άγιον Πνεύμα, Θεόν, Αξιόν σε εν πάσι καιροίς υμνείσθαι φωναίς αισίαις, Υιέ Θεού, ζωήν ο διδούς, διό ο κόσμος σέ δοξάζει.

 

Εσπέρας.

 Προκείμενον  Ήχος πλ. α'  Ψαλμός ια'

(Πρόσχωμεν)

Σύ, Κύριε, φυλάξαις ημάς, καί διατηρήσαις ημάς.(δις)

Στίχ. Σώσόν με, Κύριε, ότι εκλέλοιπεν όσιος.

(Σοφία)

Γενέσεως τό Ανάγνωσμα

(Πρόσχωμεν)

(Κεφ. Α', 24 - Β', 3)

Είπεν ο Θεός. Εξαγαγέτω ή γή ψυχήν ζώσαν κατά γένος, τετράποδα, καί ερπετά, καί θηρία τής γής, κατά γένος, καί εγένετο ούτω. Καί εποίησεν ο Θεός τά θηρία τής γής, κατά γένος αυτών, καί τά κτήνη, κατά γένος αυτών, καί πάντα τά ερπετά τής γής, κατά γένος αυτών. Καί είδεν ο Θεός ότι καλά. Καί είπεν ο Θεός. Ποιήσωμεν άνθρωπον, κατ' εικόνα ημετέραν, καί καθ' ομοίωσιν, καί αρχέτωσαν τών ιχθύων τής θαλάσσης, καί τών πετεινών τού ουρανού, καί τών κτηνών, καί πάσης τής γής, καί πάντων τών ερπετών, τών ερπόντων επί τής γής. Καί εποίησεν ο Θεός τόν ανθρωπον, κατ' εικόνα Θεού εποίησεν αυτόν, άρσεν καί θήλυ εποίησεν αυτούς. Καί ευλόγησεν αυτούς ο Θεός, λέγων. Αυξάνεσθε, καί πληθύνεσθε, καί πληρώσατε τήν γήν, καί κατακυριεύσατε αυτής, καί άρχετε τών ιχθύων τής θαλάσσης, καί τών πετεινών τού ουρανού καί πάντων τών κτηνών, καί πάσης τής γής, καί πάντων τών ερπετών, τών ερπόντων επί τής γής. Καί είπεν ο Θεός, ιδού δέδωκα υμίν πάντα χόρτον σπόριμον σπείρον σπέρμα, ό εστιν επάνω πάσης τής γής, καί πάν ξύλον, ο έχει εν εαυτώ καρπόν σπέρματος σπορίμου, υμίν έσται εις βρώσιν, καί πάσι τοίς θηρίοις τής γής, καί πάσι τοίς πετεινοίς τού ουρανού, καί παντί ερπετώ έρποντι επί τής γής, ο έχει εν εαυτώ πνοήν ζωής, καί πάντα χόρτον χλωρόν εις βρώσιν. Καί εγένετο ούτω. Καί είδεν ο Θεός τά πάντα, όσα εποίησε. καί ιδού, καλά λίαν. Καί εγένετο εσπέρα, καί εγένετο πρωϊ, ημέρα έκτη. Καί συνετελέσθησαν ο ουρανός καί η γή, καί πάς ο κόσμος αυτών. Καί συνετέλεσεν ο Θεός εν τή ημέρα τή έκτη τά έργα αυτού, ά εποίησε, καί κατέπαυσεν ο Θεός εν τή ημέρα τή εβδόμη από πάντων τών έργων αυτού, ών εποίησε. Καί ευλόγησεν ο Θεός τήν ημέραν τήν εβδόμην, καί ηγίασεν αυτήν, ότι εν αυτή κατέπαυσεν από πάντων τών έργων αυτού, ών ήρξατο ο Θεός ποιήσαι.

Προκείμενον  Ήχος πλ. β'  Ψαλμός ιβ'

(Πρόσχωμεν)

Επίβλεψον, εισάκουσόν μου, Κύριε ο Θεός μου. (δις)

Στίχ. Έως πότε, Κύριε, επιλήση μου εις τέλος;

 

Κέλευσον!

 

Ο ιερεύς κρατών λαμπάδα ανημμένην καί θυμιατόν εξηρτημένον, ίσταται έμπροσθεν τής Αγίας Τραπέζης καί σφραγίζων διά τής λαμπάδος σταυροειδώς, εκφωνεί:

 

Σοφία, Ορθοί.

 

Είτα ο Ιερεύς, στρεφόμενος πρός τόν λαόν καί ιστάμενος επί τής Ωραίας Πύλης, εκφωνεί:

 

Φώς Χριστού, φαίνει πάσι.

 

                Και ευλογών διά τής λαμπάδος σταυροειδώς, επανέρχεται εν τώ Ιερώ.

 

Παροιμιών τό Ανάγνωσμα

Σοφία! Πρόσχωμεν!

(Κεφ. Β', 1-22)

          Υιέ, εάν δεξάμενος ρήσιν εμής εντολής, κρύψης παρά σεαυτώ, επακούσεται σοφίας τό ούς σου, καί παραβαλείς καρδίαν σου εις σύνεσιν, παραβαλείς δέ αυτήν εις νουθέτησιν τώ υιώ σου. Εάν γάρ τήν σοφίαν επικαλέση, καί τή συνέσει δώς φωνήν σου, καί εάν ζητήσης αυτήν ως αργύριον, καί ως θησαυρόν εξερευνήσης αυτήν, τότε συνήσεις φόβον Κυρίου, καί επίγνωσιν Θεού ευρήσεις, ότι Κύριος δίδωσι σοφίαν, καί από προσώπου αυτού γνώσις καί σύνεσις. Καί θησαυρίζει τοίς κατορθούσι σωτηρίαν, υπερασπιεί δέ τήν πορείαν αυτών, τού φυλάξασθαι οδούς δικαιωμάτων. καί οδόν ευλαβουμένων αυτόν διαφυλάξει. Τότε συνήσεις δικαιοσύνην καί κρίμα, καί κατορθώσεις πάντας άξονας αγαθούς. Εάν γάρ έλθη η σοφία εις σήν διάνοιαν, η δέ αίσθησις τή σή ψυχή καλή είναι δόξη, βουλή καλή φυλάξει σε, έννοια δέ Οσία τηρήσει σε, ίνα ρύσηταί σε από οδού κακής, καί από ανδρός λαλούντος μηδέν πιστόν. Ώ οι εγκαταλείποντες οδούς ευθείας, τού πορευθήναι εν οδοίς σκότους! Ώ οι ευφραινόμενοι επί κακοίς, καί χαίροντες επί διαστροφή κακή! ών αι τρίβοι σκολιαί, καί καμπύλαι αι τροχιαί αυτών, τού μακράν σε ποιήσαι από οδού ευθείας, καί αλλότριον τής δικαίας γνώμης. Υιέ, μή σε καταλάβη βουλή κακή, η απολείπουσα διδασκαλίαν νεότητος, καί διαθήκην θείαν επιλελησμένη, έθετο γάρ παρά τώ θανάτω τόν οίκον αυτής, καί παρά τώ Άδη μετά τών γηγενών τούς άξονας, αυτής. Πάντες οι πορευόμενοι εν αυτή ουκ αναστρέψουσιν, ουδέ μή καταλάβωσι τρίβους ευθείας, ου γάρ καταλαμβάνονται υπό ενιαυτών ζωής. Ει γάρ επορεύοντο τρίβους αγαθάς, εύροσαν άν τρίβους τάς τών δικαίων, λείας. Χρηστοί έσονται οικήτορες γής, άκακοι δέ υπολειφθήσονται εν αυτή, ότι ευθείς κατασκηνώσουσι γήν, καί όσιοι υπολειφθήσονται εν αυτή. Οδοί ασεβών εκ γής ολούνται, οι δέ παράνομοι εξολοθρευθήσονται απ' αυτής.

 

Ο ιερεύς, ευθύς μετά τό τέλος τού αναγνώσματος, ιστάμενος πρό τής αγίας Τραπέζης καί θυμιών ελαφρώς, ψάλλει σεμνώς καί κατανυκτικώς.

 

Κατευθυνθήτω η προσευχή μου, ως θυμίαμα ενώπιόν σου, έπαρσις τών χειρών μου, θυσία εσπερινή.

 

Στίχ α'. Κύριε, εκέκραξα πρός σέ, εισάκουσόν μου, εισάκουσόν μου, Κύριε, Κύριε, εκέκραξα πρός σέ, εισάκουσόν μου, πρόσχες τή φωνή τής δεήσεώς μου εν τώ κεκραγέναι με πρός σέ.

Κατευθυνθήτω η προσευχή μου, ως θυμίαμα ενωπιόν σου, έπαρσις τών χειρών μου, θυσία εσπερινή.

 

Στίχ, β'. Θού, Κύριε, φυλακήν τώ στόματί μου, καί θύραν περιοχής περί τά χείλη μου.

Κατευθυνθήτω η προσευχή μου, ως θυμίαμα ενωπιόν σου, έπαρσις τών χειρών μου, θυσία εσπερινή.

 

Στίχ, γ'. Μή εκκλίνης τήν καρδίαν μου εις λόγους πονηρίας τού προφασίζεσθαι προφάσεις εν αμαρτίαις.

Κατευθυνθήτω η προσευχή μου, ως θυμίαμα ενωπιόν σου, έπαρσις τών χειρών μου, θυσία εσπερινή.

 

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 Κατευθυνθήτω η προσευχή μου, ως θυμίαμα ενωπιόν σου, έπαρσις τών χειρών μου, θυσία εσπερινή.

 

Ο Ιερεύς ευρισκόμενος ήδη έμπροσθεν τής Αγίας Τραπέζης επαναλαμβάνει.

 

Κατευθυνθήτω η προσευχή μου.

 

Εξελθών δέ εις τήν Ωραίαν Πύλην, θυμιά τήν εικόνα τού Δεσπότου Χριστού ψάλλων.

 

ως θυμιάμα ενώπιόν σου.

 

Ακολούθως δέ θυμιά τάς λοιπάς εικόνας, τόν Ναόν και τόν λαόν, ενώ ο χορός ψάλλει τό υπόλοιπον.

 

Έπαρσις τών χειρών μου, θυσία εσπερινή.

 

EKΤΕΝHΣ

Είπωμεν πάντες εξ όλης της ψυχής και εξ όλης της διανοίας ημών είπωμεν.

Κύριε παντοκράτορ ο Θεός των Πατέρων ημών, δεόμεθά σου, επάκουσον και ελέησον.

Ελέησον ημάς ο Θεός κατά το μέγα ελεός σου, δεόμεθά σου, επάκουσον και ελέησον.

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών,Βαρνάβα.

Έτι δεόμεθα υπέρ των αδελφών ημών, των ιερέων, ιερομονάχων, ιεροδιακόνων και μοναχών, και πάσης της εν Χριστώ ημών αδελφότητος.

 

          Κύριε, ο Θεός ημών, τήν εκτενή ταύτην ικεσίαν πρόσδεξαι παρά τών σών δούλων, καί ελέησον ημάς κατά τό πλήθος τού ελέους σου, καί τούς οικτιρμούς σου κατάπεμψον εφ' ημάς, καί επί πάντα τόν λαόν σου, τόν απεκδεχόμενον τό παρά σού πλούσιον έλεος.

Ότι ελεήμων καί Φιλάνθρωπος Θεός υπάρχεις, καί σοί τώ Πατρί, καί τώ Υιώ καί τώ τήν δόξαν αναπέμπομεν, Αγίω Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Εύξασθε οι Κατηχούμενοι τω Κυρίω.

Οι πιστοί, υπέρ των Κατηχουμένων δεηθώμεν.

Ίνα ο Κύριος αυτούς ελεήση.

Κατηχήση αυτούς τον λόγον της αληθείας.

Αποκαλύψη αυτοίς το Ευαγγέλιον της δικαιοσύνης.

Ενώση αυτούς τη αγία αυτού Καθολική και Αποστολική Εκκλησία.

Σώσον, ελέησον, αντιλαβού, και διαφύλαξον αυτούς, ο Θεός, τη ση χάριτι.

Οι Κατηχούμενοι τας κεφαλάς υμών τω Κυρίω κλίνατε.

 

          O Θεός, ο Θεός ημών, ο κτίστης καί δημιουργός τών απάντων, ο πάντας θέλων σωθήναι καί εις επίγνωσιν αληθείας ελθείν, επίβλεψον επί τούς δούλους σου τούς Κατηχουμένους, καί λύτρωσαι αυτούς τής παλαιάς πλάνης καί τής μεθοδείας τού αντικειμένου, καί προσκάλεσαι αυτούς εις τήν ζωήν τήν αιώνιον, Φωτίζων αυτών τάς ψυχάς καί τά σώματα, καί συγκαταριθμών αυτούς τή λογική σου ποίμνη, εφ' ήν τό όνομά σου τό άγιον επικέκληται.

Ίνα και αυτοί συν ημίν δοξάζωσι το πάντιμον και μεγαλοπρεπές όνομά σου, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

 

Και εξαπλοί τό Ειλητόν συγχρόνως ως και εν τή τού I. Χρυσοστόμου Λειτουργία.

 

Όσοι Κατηχούμενοι, προέλθετε, μή τις τών Κατηχουμένων.

Όσοι πιστοί,

Έτι, καί έτι εν ειρήνη τού Κυρίου δεηθώμεν.

Αντιλαβού, σώσον, ελέησον, καί διαφύλαξον ημάς, ο Θεός, τή σή χάριτι.

Σοφία.

 

          Ο Θεός, ο μέγας καί αινετός, ο τώ ζωοποιώ τού Χριστού σου θανάτω εις αφθαρσίαν ημάς εκ φθοράς μεταστήσας, σύ πάσας ημών τάς αισθήσεις τής εμπαθούς νεκρώσεως ελευθέρωσον, αγαθόν ταύταις ηγεμόνα τόν ένδοθεν λογισμόν επιστήσας, καί οφθαλμός μέν απέστω παντός πονηρού βλέμματος, ακοή δέ λόγοις αργοίς ανεπίβατος, η δέ γλώσσα καθαρευέτω ρημάτων απρεπών, Άγνισον ημών τά χείλη, τά αινούντά σε, Κύριε, τάς χείρας ημών ποίησον, τών μέν φαύλων απέχεσθαι πράξεων, ενεργείν δέ μόνα τά σοί ευάρεστα, πάντα ημών τά μέλη, καί τήν διάνοιαν, τή σή κατασφαλιζόμενος χάριτι.

Ότι πρέπει σοι πάσα δόξα, τιμή, καί προσκύνησις, τώ Πατρί, καί τώ Υιώ, καί τώ αγίω Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Έτι, καί έτι εν ειρήνη τού Κυρίου δεηθώμεν.

Αντιλαβού, σώσον, ελέησον, καί διαφύλαξον ημάς, ο Θεός, τή σή χάριτι.

Σοφία.

 

          Δέσποτα Άγιε, υπεράγαθε, δυσωπούμέν σε, τόν εν ελέει πλούσιον, ίλεων γενέσθαι ημίν τοίς αμαρτωλοίς, καί αξίους ημάς ποιήσαι τής υποδοχής τού μονογενούς σου Υιού, καί Θεού ημών, τού Βασιλέως τής δόξης, Ιδού γάρ τό άχραντον αυτού Σώμα, καί τό ζωοποιόν Αίμα, κατά τήν παρούσαν ώραν εισπορευόμενα, τή μυστική ταύτη προτίθεσθαι μέλλει Τραπέζη, υπό πλήθους στρατιάς ουρανίου αοράτως δορυφορούμενα, ών τήν μετάληψιν ακατάκριτον ημίν δώρησαι, ίνα, δι' Αυτών τό τής διανοίας όμμα καταυγαζόμενοι, υιοί φωτός καί ημέρας γενώμεθα.

          Κατά τήν δωρεάν τού Χριστού σου, μεθ' ου ευλογητός εί σύν τώ παναγίω, καί αγαθώ, καί ζωοποιώ σου Πνεύματι, νύν, καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Καί ψάλλεται υπό τού χορού αργώς καί κατανυκτικώς αντί τού χερουβικού τό επόμενον

 

          Νύν αι Δυνάμεις τών ουρανών σύν ημίν αοράτως λατρεύουσιν, Ιδού γάρ εισπορεύεται ο Βασιλεύς τής δόξης.

 

Εδώ διακόπτεται ο ύμνος, Γίνεται η είσοδος εν απολύτω σιγή, τού Ιερέως φέροντος τόν Αέρα επί τής κεφαλής καί κρατών τά Άγια, Διότι τά Δώρα ειναι προηγιασμένα, ο λαός γονατίζει ευλαβώς, εγείρεται δέ όταν εναποτίθενται επί τής Αγίας Τραπέζης.

 

Ο χορός ψάλλων, εξακολουθεί τό διακοπέν μέλος:

 

Ιδού θυσία μυστική, τετελειωμένη, δορυφορείται, Πίστει καί πόθω προσέλθωμεν, ίνα μέτοχοι ζωής αιωνίου γενώμεθα, Αλληλούϊα.

 

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Πληρώσωμεν την εσπερινήν δέησιν ημών τω Κυρίω.

Υπέρ των προτεθέντων καί προαγιασθέντων τιμίων δώρων, τού Κυρίου δεηθώμεν

Όπως ο φιλάνθρωπος Θεός ημών, ο προσδεξάμενος αυτά εις το άγιον και υπερουράνιον και νοερόν αυτού θυσιαστήριον εις οσμήν ευωδίας πνευματικής, αντικαταπέμψη ημίν την θείαν Χάριν και την δωρεάν του Αγίου Πενύματος δεηθώμεν.

Υπέρ του ρυσθήναι ημάς από πάσης θλίψεως, οργής, κινδύνου και ανάγκης, του Κυρίου δεηθώμεν.

Αντιλαβού, σώσον, ελέησον και διαφύλαξον ημάς, ο Θεός, τη ση χάριτι.

Την εσπέραν πάσαν, τελείαν, αγίαν, ειρηνικήν και αναμάρτητον, παρά του Κυρίου, αιτησώμεθα.

Άγγελον ειρήνης, πιστόν οδηγόν, φύλακα των ψυχών και των σωμάτων ημών, παρά του Κυρίου αιτησώμεθα.

Συγγνώμην και άφεσιν των αμαρτιών και των πλημμελημάτων ημών, παρά του Κυρίου αιτησώμεθα.

Τα καλά και συμφέροντα ταις ψυχαίς ημών και ειρήνην τω κόσμω, παρά του Κυρίου αιτησώμεθα.

Τον υπόλοιπον χρόνον της ζωής ημών εν ειρήνη και μετανοία εκτελέσαι, παρά του Κυρίου αιτησώμεθα.

Χριστιανά τα τέλη της ζωής ημών, ανώδυνα, ανεπαίσχυντα, ειρηνικά, και καλήν απολογίαν την επί του φοβερού βήματος του Χριστού αιτησώμεθα.

Την ενότητα της πίστεως και την κοινωνίαν του Αγίου Πνεύματος αιτησάμενοι, εαυτούς και αλλήλους και πάσαν την ζωήν ημών Χριστώ τω Θεώ παραθώμεθα.

 

          Ο τών αρρήτων καί αθεάτων Μυστηρίων Θεός, παρ' ώ οι θησαυροί τής σοφίας καί τής γνώσεως οι απόκρυφοι, ο τήν διακονίαν τής Λειτουργίας ταύτης αποκαλύψας ημίν καί θέμενος ημάς τούς αμαρτωλούς διά τήν πολλήν σου φιλανθρωπίαν, εις τό προσφέρειν σοι δώρά τε καί θυσίας υπέρ τών ημετέρων αμαρτημάτων, καί τών τού λαού αγνοημάτων, αυτός, αόρατε Βασιλεύ, ο ποιών μεγάλα καί ανεξιχνίαστα, ένδοξά τε καί εξαίσια, ων ουκ έστιν αριθμός, έπιδε εφ' ημάς τούς αναξίους δούλους σου, τούς τώ αγίω σου τούτω θυσιαστηρίω, ως τώ Χερουβικώ σου παρισταμένους θρόνω, εφ' ω ο μονογενής σου Υιός καί Θεός ημών, διά τών προκειμένων φρικτών επαναπαύεται Μυστηρίων, Καί πάσης ημάς καί τόν πιστόν σου λαόν ελευθερώσας ακαθαρσίας, αγίασον πάντων ημών τάς ψυχάς καί τά σώματα, αγιασμώ αναφαιρέτω, ίνα, εν καθαρώ συνειδότι, ανεπαισχύντω προσώπω, καί πεφωτισμένη καρδία, τών θείων τούτων μεταλαμβάνοντες Αγιασμάτων, καί υπ' Αυτών ζωοποιούμενοι, ενωθώμεν αυτώ τώ Χριστώ τώ σου, τώ αληθινώ Θεώ ημών, ειπόντι, ο τρώγων μου τήν Σάρκα, καί πίνων μου τό Αίμα, εν εμοί μένει, καγώ εν αυτώ, όπως ενοικούντος εν ημίν καί εμπεριπατούντος τού Λόγου σου, Κύριε, γενώμεθα ναός τού παναγίου καί προσκυνητού σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικής μεθοδείας, εν πράξει, ή λόγω, ή κατά διανοιαν ενεργουμένης, καί τύχωμεν τών επηγγελμένων ημίν αγαθών, σύν πάσι τοίς Αγίοις σου, τοίς απ' Αιώνος σοι ευαρεστήσασιν.

 

          Και καταξίωσον ημάς, Δέσποτα, μετά παρρησίας, ακατακρίτως, τολμάν επικαλείσθαι σε τον επουράνιον Θεόν Πατέρα, και λέγειν.

         

          Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το ονομά σου, ελθέτω η Βασιλεία σου, γενηθήτω το θέλημά σου, ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις αφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

         

          Ότι σου έστιν η Βασιλεία και η δύναμις και η δόξα, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

 

Ειρήνη πάσι.

Και τω πνεύματί σου.

 

Tας κεφαλάς ημών τω Κυρίω κλίνωμεν.

Σοι, Κύριε.

 

Ο Θεός, ο μόνος αγαθός καί εύσπλαγχνος, ο εν υψηλοίς κατοικών καί τά ταπεινά εφορών, έπιδε ευσπλάγχνω όμματι επί πάντα τόν λαόν σου, καί φύλαξον αυτόν, καί αξίωσον πάντας ημάς ακατακρίτως μετασχείν τών ζωοποιών σου τούτων Μυστηρίων, Σοί γάρ τάς εαυτών υπεκλίναμεν κεφαλάς, απεκδεχόμενοι τό παρά σού πλούσιον έλεος.

          Χάριτι καί οικτιρμοίς καί φιλανθρωπία τού μονογενούς σου Υιού, μεθ' ου ευλογητός εί, σύν τώ παναγίω καί αγαθώ καί ζωοποιώ σου Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

          Αμήν.

 

          Πρόσχες, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, εξ αγίου κατοικητηρίου σου, καί από θρόνου δόξης τής Βασιλείας σου, καί ελθέ εις τό αγιάσαι ημάς, ο άνω τώ Πατρί συγκαθήμενος, καί ώδε ημίν αοράτως συνών, καί καταξίωσον τή κραταιά σου χειρί μεταδούναι ημίν τού αχράντου Σώματός σου, καί τού τιμίου σου Αίματος, καί δι' ημών παντί τώ λαώ.

 

Ο Ιερεύς κεκαλυμμένων όντων τών θείων Δώρων, βαλών τάς χειρας υπό κάτω τού Αέρος, άπτεται τού ζ ωοποιού Αρτου μετ Ευλαβείας καί φόβου πολλού.

 

Πρόσχωμεν.

Τά προηγιασμένα Αγια τοίς Αγίοις.

 

Είς Άγιος, είς Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.

 

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος, Αλληλούϊα.

 

Η ΚΛΑΣΙΣ ΚΑΙ Η ΚΟΙΝΩΝΙΑ

 

Ψαλλομένου τού Κοινωνικού, ο Ιερεύς αποκαλύψας τά Άγια μελίζει τόν άγιον άρτον.

 

Ο δέ Ιερεύς μελίζων αυτόν εις τέσσαρα τμήματα μετά προσοχής καί ευλαβείας λέγει.

 

Μελίζεται καί διαμερίζεται ο Αμνός τού Θεού, ο μελιζόμενος, καί μή διαιρούμενος, ο πάντοτε εσθιόμενος, καί μηδέποτε δαπανώμενος, αλλά τούς μετέχοντας αγιάζων.

 

Καί ρίπτει τό τεμάχιον έχον ΙΣ (Ιησούς) εντός τού αγίου Ποτηρίου λέγων.

 

Πλήρωμα ποτηρίου, πίστεως, πνεύματος αγίου. Αμήν.

 

 

Ευλογημένη η ζέσις τών Αγίων σου, πάντοτε, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Ζέσις πίστεως, πλήρης Πνεύματος αγίου. Αμήν.

 

ΚΟΙΝΩΝΙΑ ΤΩΝ ΠΙΣΤΩΝ

 

          Μετά φόβου Θεού, πίστεως καί αγάπης προσέλθετε.

 

Αμήν. Ευλογημένος ο Ερχόμενος εν ονόματι Κυρίου, Θεός Κύριος καί επέφανεν ημίν.

 

          Σώσον, ο Θεός, τόν λαόν Σου, καί ευλόγησον τήν κληρονομίαν σου.

 

Ο χορός ψάλλει (αντί τού ''Είδομεν τό φώς"), τό εξής:

 

Ευλογήσω τόν Κύριον εν παντί καιρώ διά παντός η αίνεσις αυτού εν τώ στόματί μου, Άρτον ουράνιον, καί ποτήριον ζωής γεύσασθε καί ίδετε ότι χρηστός ο Κύριος, Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα.

 

Ευλογητός, ο Θεός ημών.

Πάντοτε νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

Αμήν.

 

          Ορθοί, Μεταλαβόντες τών θείων, αγίων, αχράντων, αθανάτων, επουρανίων καί ζωοποιών φρικτών τού Χριστού Μυστηρίων, αξίως ευχαριστήσωμεν τώ Κυρίω.

          Αντιλαβού, σώσον, ελέησον, καί διαφύλαξον ημάς, ο Θεός, τή σή χάριτι.

          Τήν εσπέραν πάσαν, τελείαν, αγίαν, ειρηνικήν καί αναμάρτητον αιτησάμενοι, εαυτούς καί αλλήλους καί πάσαν τήν ζωήν ημών Χριστώ τώ Θεώ παραθώμεθα.

 

 

          Ευχαριστούμέν σοι τώ Σωτήρι τών όλων Θεώ επί πάσιν οίς παρέσχου ημίν αγαθοίς, καί επί τή μεταλήψει τού αγίου Σώματος καί Αίματος τού Χριστού σου, Καί δεόμεθά σου, Δέσποτα Φιλάνθρωπε, φύλαξον ημάς υπό τήν σκέπην τών πτερύγων σου, καί δός ημίν μέχρι τής εσχάτης ημών αναπνοής, επαξίως μετέχειν τών αγιασμάτων σου, εις φωτισμόν ψυχής καί σώματος, εις βασιλείας ουρανών κληρονομίαν.

          Ότι σύ ει ο αγιασμός ημών, καί σοί τήν δόξαν αναπέμπομεν, τώ Πατρί, καί τώ Υιώ καί τώ Αγίω Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Εν ειρήνη προέλθωμεν.

Τού Κυρίου δεηθώμεν.

 

Κύριε, ελέησον (γ' ), Δέσποτα άγιε, ευλόγησον.

 

          Δέσποτα Παντοκράτορ, ο πάσαν τήν κτίσιν εν σοφία δημιουργήσας, ο διά τήν άφατόν σου πρόνοιαν καί πολλήν αγαθότητα, αγαγών ημάς εις τάς πανσέπτους ημέρας ταύτας, πρός καθαρισμόν ψυχών καί σωμάτων, πρός εγκράτειαν παθών, πρός ελπίδα αναστάσεως, ο διά τεσσαράκοντα ημερών πλάκας χειρίσας τά θεοχάρακτα γράμματα τώ θεράποντί σου Μωσεί, παράσχου καί ημίν, Αγαθέ, τόν αγώνα τόν καλόν αγωνίσασθαι, τόν δρόμον τής νηστείας εκτελέσαι, τήν πίστιν αδιαίρετον τηρήσαι, τάς κεφαλάς τών αοράτων δρακόντων συνθλάσαι, νικητάς τε τής αμαρτίας αναφανήναι, καί ακατακρίτως φθάσαι προσκυνήσαι καί τήν αγίαν Ανάστασιν,        Ότι ηυλόγηται καί δεδόξασται τό πάντιμον καί μεγαλοπρεπές όνομά σου, τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Είη τό όνομα Κυρίου ευλογημένον από τού νύν, καί έως τού αιώνος. (τρις)

 

 

 

Ο δέ Ιερεύς απέρχεται εις τήν αγίαν Πρόθεσιν καί αναγινώσκει τήν ευχήν ταύτην.

 

Κύριε, ο Θεός ημών, ο αγαγών ημάς εις τάς πανσέπτους ημέρας ταύτας, καί κοινωνούς ημάς ποιήσας τών φρικτών σου Μυστηρίων, σύναψον τή λογική σου ποίμνη, καί κληρονόμους ανάδειξον τής Βασιλείας σου, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Τού Κυρίου δεηθώμεν.

Κύριε ελέησον.

 

Ευλογία Κυρίου καί έλεος έλθοι εφ' υμάς, τή Αυτού θεία Χάριτι καί φιλανθρωπία, πάντοτε νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

ΑΠΟΛΥΣΙΣ

 

Δόξα σοι, Χριστέ ο Θεός, η ελπίς ημών, δόξα σοι.

 

Χριστός ο αληθινός Θεός ημών, ταίς πρεσβείαις τής παναχράντου καί παναμώμου αγίας αυτού Μητρός, δυνάμει τού τιμίου καί ζωοποιού Σταυρού, προστασίαις τών τιμίων επουρανίων Δυνάμεων Ασωμάτων, ικεσίαις τού τιμίου, ενδόξου προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου, τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων, τών Οσίων καί θεοφόρων Πατέρων ημών, (τού αγίου του Ναού), τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Αννης, (τού Αγίου τής ημέρας) καί πάντων τών Αγίων, ελεήσαι καί σώσαι ημάς ως αγαθός καί Φιλάνθρωπος.

 

Κατά δέ τήν διάρκειαν τής αναγνώσεως τών ψαλμών ο Ιερεύς διανέμει τό Αντίδωρον.

 

ΨΑΛΜΟΣ ΛΓ' 33

          Ευλογήσω τόν Κύριον εν παντί καιρώ, διά παντός η αίνεσις αυτού εν τώ στόματί μου, Εν τώ Κυρίω επαινεθήσεται η ψυχή μου, ακουσάτωσαν πραείς, καί ευφρανθήτωσαν, Μεγαλύνατε τόν Κύριον σύν εμοί, καί υψώσωμεν τό όνομα αυτού επί τό αυτό, Εξεζήτησα τόν Κύριον, καί επήκουσέ μου, καί εκ πασών τών θλίψεών μου ερρύσατό με, Προσέλθετε πρός αυτόν, καί φωτίσθητε, καί τά πρόσωπα υμών ου μή καταισχυνθή, Ούτος ο πτωχός εκέκραξε, καί ο Κύριος εισήκουσεν αυτού, καί εκ πασών τών θλίψεων αυτού έσωσεν αυτόν, Παρεμβαλεί άγγελος Κυρίου κύκλω τών φοβουμένων αυτόν, καί ρύσεται αυτούς, Γεύσασθε καί ίδετε ότι χρηστός ο Κύριος, μακάριος ανήρ, ός ελπίζει επ' Αυτόν, φοβήθητε τόν Κύριον, πάντες οι άγιοι αυτού, ότι ουκ έστιν υστέρημα τοίς φοβουμένοις αυτόν, Πλούσιοι επτώχευσαν καί επείνασαν, οι δέ εκζητούντες τόν Κύριον ουκ ελαττωθήσονται παντός αγαθού, Δεύτε, τέκνα, ακούσατέ μου, φόβον Κυρίου διδάξω υμάς, Τίς εστιν άνθρωπος ο θέλων ζωήν, αγαπών ημέρας ιδείν αγαθάς; Παύσον τήν γλώσσάν σου από κακού, καί χείλη σου τού μή λαλήσαι δόλον, Έκκλινον από κακού καί ποίησον αγαθόν, ζήτησον ειρήνην, καί δίωξον αυτήν, Οφθαλμοί Κυρίου επί δικαίους, καί ώτα αυτού εις δέησιν αυτών, Πρόσωπον δέ Κυρίου επί ποιούντας κακά, τού εξολοθρεύσαι εκ γής τό μνημόσυνον αυτών, Εκέκραξαν οι δίκαιοι καί ο Κύριος εισήκουσεν αυτών, καί εκ πασών τών θλίψεων αυτών ερρύσατο αυτούς, Εγγύς Κύριος τοίς συντετριμμένοις τήν καρδίαν καί τούς ταπεινούς τώ πνεύματι σώσει, Πολλαί αι θλίψεις τών δικαίων, καί εκ πασών αυτών ρύσεται αυτούς ο Κύριος, φυλάσσει Κύριος πάντα τά οστά αυτών, έν εξ αυτών ου συντριβήσεται, θάνατος αμαρτωλών πονηρός, καί οι μισούντες τόν δίκαιον πλημμελήσουσι, Λυτρώσεται Κύριος ψυχάς δούλων αυτού, καί ου μή πλημμελήσουσι πάντες οι ελπίζοντες επ' αυτόν.

 

ΨΑΛΜΟΣ ΡΜΔ' 144

          Υψώσω σε, ο Θεός μου, ο Βασιλεύς μου καί ευλογήσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος, Καθ' Εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος, Μέγας Κύριος καί αινετός σφόδρα, καί τής μεγαλωσύνης αυτού ουκ έστι πέρας, Γενεά καί γενεά επαινέσει τά έργα σου, καί τήν δύναμίν σου απαγγελούσι, Τήν μεγαλοπρέπειαν τής δόξης τής αγιωσύνης σου λαλήσουσι, καί τά θαυμάσιά σου διηγήσονται, Καί τήν δύναμιν τών φοβερών σου ερούσι, καί τήν μεγαλωσύνην σου διηγήσονται, Μνήμην τού πλήθους τής χρηστότητός σου εξερεύξονται, καί τή δικαιοσύνη σου αγαλλιάσονται, Οικτίρμων καί ελεήμων ο Κύριος, μακρόθυμος καί πολυέλεος, Χρηστός ο Κύριος τοίς σύμπασι, καί οι οικτιρμοί αυτού επί πάντα τά έργα αυτού, Εξομολογησάσθωσάν σοι, Κύριε, πάντα τά έργα σου, καί οι όσιοί σου ευλογησάτωσάν σε, Δόξαν τής βασιλείας σου ερούσι, καί τήν δυναστείαν σου λαλήσουσι, Τού γνωρίσαι τοίς υιοίς τών ανθρώπων τήν δυναστείαν σου, καί τήν δόξαν τής μεγαλοπρεπείας τής βασιλείας σου, Η βασιλεία σου βασιλεία πάντων τών αιώνων, καί η δεσποτεία σου εν πάση γενεά καί γενεά, Πιστός Κύριος εν πάσι τοίς λόγοις αυτού, καί όσιος εν πάσι τοίς έργοις αυτού, Υποστηρίζει Κύριος πάντας τούς καταπίπτοντας, καί ανορθοί πάντας τούς κατερραγμένους, Οι οφθαλμοί πάντων εις σέ ελπίζουσι, καί σύ δίδεις τήν τροφήν αυτών εν ευκαιρία, Ανοίγεις σύ τήν χείρά σου, καί εμπιπλάς πάν ζώον ευδοκίας, Δίκαιος Κύριος εν πάσαις ταίς οδοίς αυτού, καί όσιος εν πάσι τοίς έργοις αυτού, Εγγύς Κύριος πάσι τοίς επικαλουμένοις αυτόν, πάσι τοίς επικαλουμένοις αυτόν εν αληθεία, θέλημα τών φοβουμένων αυτόν ποιήσει, καί τής δεήσεως αυτών εισακούσεται, καί σώσει αυτούς, φυλάσσει Κύριος πάντας τούς αγαπώντας αυτόν, καί πάντας τούς αμαρτωλούς εξολοθρεύσει, Αίνεσιν Κυρίου λαλήσει τό στόμα μου, καί ευλογεί τω πάσα σάρξ τό όνομα τό άγιον αυτού εις τόν αιώνα καί εις τόν αιώνα τού αιώνος.

 

Δι' Ευχών τών αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον ημάς.

 

Αμήν.