Τρίτη 19 Απριλίου 2011

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ. ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ - ΠΛΗΡΗΣ ΑΚΟΛΟΥΘΙΑ.


Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ


Περὶ ὥραν η' σημαίνει. Εὐλογήσαντος δὲ τοῦ Ἀρχιερέως ἢ τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Λυχνικοῦ. καὶ μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη. εἶτα τό, Κύριε ἐκέκραξα, ἱστῶμεν δὲ Στίχους ι' καὶ ψάλλομεν τὰ εἰς τοὺς Αἴνους, ὡς ἐφεξῆς, Στιχηρὰ Ἰδιόμελα. 

Ἦχος β'
Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, Πιλάτῳ παραδώσῃ, ὢ τῶν ἀνόμων! ὢ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρῖναι ζῶντας καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι. (Δίς)

Ἰούδας ὁ παράνομος Κύριε, ὁ βάψας ἐν τῷ δείπνῳ τὴν χεῖρα, ἐν τῷ τρυβλίῳ μετὰ σοῦ, ἐξέτεινεν ἀνόμως τὰς χεῖρας, τοῦ λαβεῖν ἀργύρια, καὶ ὁ τοῦ μύρου λογισάμενος τιμήν, σὲ τὸν ἀτίμητον οὐκ ἔφριξε πωλῆσαι, ὁ τοὺς πόδας ὑφαπλώσας ἐπὶ τὸ νίψαι, τὸν Δεσπότην κατεφίλησε δολίως, εἰς τὸ προδοῦναι τοῖς ἀνόμοις, χοροῦ δὲ Ἀποστόλων ῥιφείς, καὶ τὰ τριάκοντα ῥίψας ἀργύρια, σοῦ τὴν τριήμερον Ἀνάστασιν οὐκ εἶδε, δι' ἧς ἐλέησον ἡμᾶς. (Δίς)

Ἰούδας ὁ προδότης δόλιος ὤν, δολίῳ φιλήματι παρέδωκε τὸν Σωτῆρα Κύριον, τὸν Δεσπότην τῶν ἁπάντων, ὡς δοῦλον πέπρακε τοῖς παρανόμοις, ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ Υἱὸς ὁ τοῦ Πατρός, ὁ μόνος πολυέλεος. (Δίς)

Ἰούδας ὁ δοῦλος καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν ἔργων ἀπεφάνθη· ἠκολούθει γὰρ τῷ Διδασκάλῳ, καὶ καθ' ἑαυτὸν ἐμελέτησε τὴν προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ· Παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα, ἐπεζήτει δὲ καὶ τὸ μύρον πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλῳ κρατηθῆναι, ἀπέδωκεν ἀσπασμόν, παρέδωκε τὸν Χριστόν, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος. (Δίς)

Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν. (Δίς)
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Γέννημα ἐχιδνῶν, ἀληθῶς ὁ Ἰούδας, φαγόντων τὸ Μάννα ἐν τῇ ἐρήμῳ, καὶ γογγυζόντων κατὰ τοῦ τροφέως· ἔτι γὰρ τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, κατελάλουν τοῦ Θεοῦ οἱ ἀχάριστοι, καὶ οὗτος ὁ δυσσεβής, τὸν οὐράνιον Ἄρτον, ἐν τῷ στόματι βαστάζων, κατὰ τοῦ Σωτῆρος τὴν προδοσίαν εἰργάσατο. Ὢ γνώμης ἀκορέστου, καὶ τόλμης ἀπανθρώπου! τὸν τρέφοντα ἐπώλει, καὶ ὃν ἐφίλει Δεσπότην, παρεδίδου εἰς θάνατον, ὄντως ἐκείνων υἱὸς ὁ παράνομος, καὶ σὺν αὐτοῖς τὴν ἀπώλειαν ἐκληρώσατο. Ἀλλὰ φεῖσαι Κύριε, τοιαύτης ἀπανθρωπίας τὰς ψυχὰς ἡμῶν, ὁ μόνος ἐν μακροθυμίᾳ ἀνείκαστος.

Προκείμενον Ἦχος α'
Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.
Στίχ. Οἵτινες ἑλογίσαντο ἀδικίαν ἐν καρδίᾳ.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΘ', 10-19)
Εἶπε Κύριος πρὸς Μωϋσῆν· καταβὰς διαμάρτυραι τῷ λαῷ τούτῳ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ. Καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων· Προσέχετε ἑαυτόῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος, καὶ θίγειν τι αὐτοῦ· πᾶς ὁ ἁψάμενος τοῦ ὄρους, θανάτῳ τελευτήσει. Οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται, ἢ βολίδι κατατοξευθήσεται, ἐάν τε κτῆνος, ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. Ὅταν δὲ αἱ φωναί, καὶ αἱ σάλπιγγες, καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Κατέβη δὲ Μωϋσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαόν, καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια αὐτῶν. Καὶ εἶπε τῷ λαῶ· Γίνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί. Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτη, γενηθέντος πρὸς ὄρθρον, ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ ὄρους Σινᾶ, φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἑπτοήθη πᾶς ὁ λαός, ὃς ἦν ἐν τῇ παρεμβολῇ. Καὶ ἐξήγαγε Μωϋσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος. Τὸ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ' αὐτὸ ἐν πυρί, ἀνέβαινε δὲ ὁ καπνός, ὡσεὶ ἀτμὶς καμίνου, καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος, προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.

Προκείμενον Ἦχος βαρὺς
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.
Στίχ. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Ἰὼβ τὸ Ἀνάγνωσμα
(Κεφ. ΛΗ', 1-21 ΜΒ', 1-5)
Εἶπε Κύριος τῷ Ἰώβ, διὰ λαίλαπος καὶ νεφῶν· Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν. Ζῶσαι, ὥσπερ ἀνήρ, τήν, ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; ἐπί, τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δὲ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες Ἄγγελοί μου, ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη, ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα, ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. Εἶπον δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. Ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν, ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν, ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; Ἢ σύ, λαβών πηλόν, ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾍδου ἰδόντές σε, ἔπτηξαν; νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ' οὐρανόν. Ἀνάγγειλον δέ μοι· πόση τίς ἐστι; ποία δὲ γῆ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος τόπος; Εἰ ἀγάγοις μὲ εἰς ὅρια αὐτῶν, εἰ καὶ ἐπίστασαι τρίβους αὐτῶν, οἶδας ἄρα ὅτι τότε γεγένησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς; Ὑπολαβὼν δὲ Ἰὼβ τῷ Κυρίῳ λέγει· Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι, ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἐπιστάμην; Ἄκουσον δέ μου, Κύριε, ἵνα κᾀγὼ λαλήσω, ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον, ἀκοὴν μὲν ὠτός, ἤκουόν σου τὸ πρότερον, νυνὶ δέ, ὁ ὀφθαλμός μου, ἑώρακέ σε.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Ν' 4-11)
Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωῒ πρωΐ, προσέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα· ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ Κύριος, Κύριος βοηθός μοι ἐγενήθη. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα, καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. Ἰδοὺ Κύριος, Κύριος βοηθήσει μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς, ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. Ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶ κατισχύετε φλόγα, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε· δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.

Προκείμενον Ἦχος βαρὺς
Οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό.
Στίχ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοί.

Πρὸς Κορινθίους Α' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΑ', 23-32)
Ἀδελφοί, ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτί, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον, ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καί το ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥστε, ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γάρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῶ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ Κόσμῳ κατακριθῶμεν.

Ἀλληλούϊα Ἦχος πλ. β'
Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.
Στίχ. Οἱ ἐχθροί μου εἶπον κακά μοι. Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ.
Στίχ. Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.

Εὐαγγέλιον
Κατὰ Ματθαῖον
Εἶπεν ὁ Κύριος, Οἴδατε, ὅτι μετὰ δύο ἡμέρας...

Τὸ Τροπάριον
Ἦχος πλ. β'
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι. Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Ο ΝΙΠΤΗΡ, ΚΑΙ Η ΑΥΤΟΥ ΑΚΟΛΟΥΘΙΑ

Στιχηρὰ
Ἰδιόμελα Ἦχος α'
Ὁ λεντίῳ ζωσάμενος, καὶ νίψας τοὺς πόδας τῶν Μαθητῶν, Χριστὲ ὁ Θεός, ἀπόπλυνον ἡμῶν, τῆς ψυχῆς τὸν λογισμόν, καὶ περίζωσον ἡμᾶς συνδέσμῳ πνευματικῷ, τοῦ ποιεῖν τὰς ἐντολάς σου, καὶ ὑμνεῖν τὴν σὴν ἀγαθότητα.
Ἦχος β'
Μεγάλης εὐεργεσίας ἀπολαύειν, μέλλοντες οἱ πιστοί, εὐλαβῶς τῷ τιμίῳ Νιπτῆρι προσδράμωμεν, οὐ σαρκὸς ῥύπον ἀποπλύνοντες, τὰς ψυχὰς δὲ μυστικῶς ἁγιάζοντες· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐφορῶν ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, κλίνει ἑαυτόν, καὶ ἰχνῶν ἅπτεται χοϊκῶν, πάσης ἐναντίας δυνάμεως, ἀσφαλῆ δωρούμενος τὴν ἐπίβασιν. Αὐτῷ εὐχαρίστως βοήσωμεν· Ὁ ἀρίστην ὑψώσεως ὁδόν, ὑποδείξας ἡμῖν τὴν ταπείνωσιν, σῶσον ἡμᾶς Ἀγαθὲ ὡς φιλάνθρωπος.

Ὁ Πέτρος ηὐλαβεῖτο νίψασθαι τοὺς πόδας, ἐκ τῶν ἀχράντων χειρῶν, ὑφ' ὧν ἐπλαστουργήθη ὁ Ἀδάμ· ἀκούσας δέ· Εἰ μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, τρόμῳ πολλῷ συνεχόμενος, ἐβόα σοι· Κύριε, μὴ μόνον τοὺς πόδας μου νίψῃς, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν. Ὢ μεγίστων Δεσπότου δωρεῶν! κοινωνοὺς ποιεῖται τῆς χάριτος, τοὺς ἑαυτοῦ Μαθητάς, καὶ μέρος ἔχειν μετ' αὐτῶν ἐπαγγέλλεται εἰς τὴν ἄρρητον δόξαν, ὡς καὶ ἐν τῷ μυστικῷ Ποτηρίῳ ἔφησε, καινὸν αὐτὸ πίνειν μετ' αὐτῶν ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν, ἧς καὶ ἡμᾶς καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Ἦχος πλ. δ'
Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, ἔργον δούλου ἀνέλαβε, λέντιον διεζώσατο, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ὕδωρ ἔβαλεν εἰς νιπτῆρα, ὁ τὴν θάλασσαν τήν ἐρυθρὰν διατεμών, καὶ κάμψας ἐπὶ τὰ γόνατα, ἤρξατο νίπτειν τοὺς πόδας τῶν Μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζωσμένος. Ὅταν οὖν ἔνιψε τοὺς πόδας τῶν Μαθητῶν, εἶπεν αὐτοῖς· Ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες, σημαίνων τὸν παραδιδόντα αὐτόν.

Συνέφερέ σοι Ἰούδα, κἂν μὴ συνελήφθης ἐν τοῖς ἐγκάτοις τῆς μητρός, συνέφερέ σοι προδότα, κἂν μὴ ἐγεννήθης, ἀπηλλοτριωμένε τῷ Υἱῷ τοῦ Θεοῦ, διὰ σὲ διερράγη τὸ στῖφος τῶν Μαθητῶν τοῦ Χριστοῦ, καὶ τὴν ἀληθινὴν ἄμπελον, τρυγᾷ Λῃστὴς σταυρούμενος, διὰ σὲ διεκόπη ὁ φραγμός, καὶ ναὸν τὸν ἀχειροποίητον λύουσιν οἱ παράνομοι, ἔστω, τὸ μύρον τὸ τῆς ἁμαρτωλοῦ ᾐδέσθης ὡς πολύτιμον, πῶς τὸ τοῦ Δικαίου αἷμα, χερσὶν ἀνόμων παραδοῦναι οὐκ ἔφριξας; συνέφερέ σοι προδότα, κἂν μὴ ἐγεννήθης, ἀπηλλοτριωμένε τῷ Υἱῷ τοῦ Θεοῦ.

Νυσταγμῷ διαβολικῷ, συσχεθεὶς ὁ Ἰούδας, ὕπνωσεν εἰς θάνατον, καιρὸς γρηγορεῖν, καιρὸς νήφειν, στεναζέτω καρδία, δακρυέτωσαν βλέφαρα, ψαλμὸς ἐπαγρυπνείτω· μεγάλη γὰρ ἡ ἰσχὺς τοῦ Σταυροῦ, Χριστὸς ἐπὶ θύραις, τὸ θυόμενον Πάσχα προῆλθε, δόξα σοι Κύριε, δόξα σοι.

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ
ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ
ΕΣΠΕΡΑΣ

Περὶ ὥραν β' τῆς νυκτὸς σημαίνει. Συναχθέντες δὲ ἐν τῷ Ναῷ, εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Ἐξαψάλμου. Εἶτα, Συναπτὴ μεγάλη, καὶ μετ' αὐτὴν ψάλλομεν τό, Ἀ λ λ η λ ο ύ ϊ α, ἀργῶς καὶ μετὰ μέλους. 
ὡσαύτως καὶ τό, Τροπάριον
Ἦχος πλ. δ'
Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχήν, τὴν Διδασκάλω τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι. (ἐκ γ')

Ψαλλομένου δὲ τούτου, ὁ Ἐκκλησιάρχης διανέμει κηρία τοῖς Ἀδελφοῖς καὶ μετὰ τοῦτο, εὐθὺς λέγει ὁ Ἱερεὺς τὸ τῆς Διαθήκης τῶν ἁγίων Παθῶν.

Εὐαγγέλιον Α'
Κατὰ Ἰωάννην
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου...
... εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ Μαθηταὶ αὐτοῦ.

Πληρουμένου δὲ ἑκάστου Εὐαγγελίου, λέγομεν
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι

Εἶτα ψάλλομεν τὰ ἑπόμενα Ἀντίφωνα, δευτεροῦντες ἅπαντα τὰ Τροπάρια

Ἀντίφωνον Α' Ἦχος πλ. δ'
Ἄρχοντες Λαῶν συνήχθησαν, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

Λόγον παράνομον, κατέθεντο κατ' ἐμοῦ, Κύριε, Κύριε, μὴ ἐγκαταλίπῃς με.

Τὰς αἰσθήσεις ἡμῶν, καθαρὰς τῷ Χριστῷ παραστήσωμεν, καὶ ὡς φίλοι αὐτοῦ, τὰς ψυχὰς ἡμῶν θύσωμεν δι' αὐτόν, καὶ μὴ ταῖς μερίμναις τοῦ βίου, συμπνιγῶμεν ὡς ὁ Ἰούδας· ἀλλ' ἐν τοῖς ταμείοις ἡμῶν κράξωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀπὸ τοῦ πονηροῦ ῥῦσαι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μήτηρ ἀνύμφευτε, Θεοτόκε Μαρία. Χριστὸν τὸν Θεὸν ἡμῶν ἱκέτευε, σωθῆναι ἡμᾶς.

Ἀντίφωνον Β' Ἦχος πλ. β'
Ἔδραμε λέγων ὁ Ἰούδας, τοῖς παρανόμοις γραμματεῦσι. Τί μοι θέλετε δοῦναι, κᾀγὼ ὑμῖν παραδώσω αὐτόν, ἐν μέσῳ δὲ τῶν συμφωνούντων, αὐτὸς εἱστήκεις ἀοράτως συμφωνούμενος. Καρδιογνώστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.

Ἐν ἐλέει τὸν Θεὸν θεραπεύσωμεν, ὥσπερ Μαρία ἐπὶ τοῦ δείπνου, καὶ μὴ κτησώμεθα φιλαργυρίαν, ὡς ὁ Ἰούδας, ἵνα πάντοτε μετὰ Χριστοῦ, τοῦ Θεοῦ ἐσώμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὃν ἔτεκες Παρθένε ἀνερμηνεύτως, διὰ παντὸς ὡς φιλάνθρωπον, μὴ διαλίπῃς δυσωποῦσα, ἵνα κινδύνων σώσῃ, τοὺς εἰς σὲ καταφεύγοντας.

Ἀντίφωνον Γ' Ἦχος β'
Διὰ Λαζάρου τὴν ἔγερσιν Κύριε, τὸ Ὡσαννά σοι ἐκραύγαζον, παῖδες τῶν Ἑβραίων φιλάνθρωπε. Ὁ δὲ παράνομος Ἰούδας οὐκ ἠβουλήθη συνιέναι.

Ἐν τῷ δείπνῳ σου Χριστὲ ὁ Θεός, τοῖς Μαθηταῖς σου προέλεγες· Εἷς ἐξ ὑμῶν παραδώσει με. Ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

Ἰωάννῃ ἐρωτήσαντι Κύριε, ὁ παραδιδούς σε τίς ἐστι; τοῦτον διὰ τοῦ ἄρτου ὑπέδειξας, ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

Εἰς τριάκοντα ἀργύρια Κύριε, καὶ εἰς φίλημα δόλιον, ἐζήτουν Ἰουδαῖοι ἀποκτεῖναί σε. Ὁ δὲ παρανομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

Ἐν τῷ Νιπτῆρί σου Χριστὲ ὁ Θεός, τοῖς Μαθηταῖς σου προέτρεπες. Οὕτω ποιεῖτε ὥσπερ ἴδετε. Ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ πειρασθῆτε, τοῖς Μαθηταῖς σου ὁ Θεὸς ἡμῶν ἔλεγες· Ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος, καὶ προστασίαν.

Κάθισμα Ἦχος βαρὺς
Ἐν τῷ δείπνῳ τοὺς Μαθητὰς διατρέφων, καὶ τὴν σκῆψιν τῆς προδοσίας γινώσκων, ἐν αὐτῷ τὸν Ἰούδαν διήλεγξας, ἀδιόρθωτον μὲν τοῦτον ἐπιστάμενος, γνωρίσαι δὲ πᾶσι βουλόμενος, ὅτι θέλων παρεδόθης, ἵνα Κόσμον ἁρπάσῃς τοῦ ἀλλοτρίου. Μακρόθυμε δόξα σοι.

Τὸ Εὐαγγέλιον Β'
Κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς...
... ἀλλ' ἵνα φάγωσι τὸ Πάσχα.

Ἀντίφωνον Δ' Ἦχος πλ. α'
Σήμερον ὁ Ἰούδας, καταλιμπάνει τὸν Διδάσκαλον, καὶ παραλαμβάνει τὸν διάβολον, τυφλοῦται τῷ πάθει τῆς φιλαργυρίας, ἐκπίπτει τοῦ φωτός, ὁ ἐσκοτισμένος· πῶς γὰρ ἠδύνατο βλέπειν, ὁ τὸν φωστῆρα πωλήσας, τριάκοντα ἀργυρίων, ἀλλ' ἡμῖν ἀνέτειλεν ὁ παθῶν ὑπὲρ τοῦ Κόσμου, πρὸς ὃν βοήσωμεν· Ὁ παθών, καὶ συμπαθῶν ἀνθρώποις, δόξα σοι.

Σήμερον ὁ Ἰούδας, παραποιεῖται θεοσέβειαν, καὶ ἀλλοτριοῦται τοῦ χαρίσματος, ὑπάρχων μαθητής, γίνεται προδότης, ἐν ἤθει φιλικῷ, δόλον ὑποκρύπτει, καὶ προτιμᾶται ἀφρόνως τῆς τοῦ Δεσπότου ἀγάπης, τριάκοντα ἀργύρια ὁδηγὸς γενόμενος, συνεδρίου παρανόμου. Ἡμεῖς δὲ ἔχοντες σωτηρίαν τὸν Χριστόν, αὐτὸν δοξάσωμεν.
Ἦχος α'
Τὴν φιλαδελφίαν κτησώμεθα, ὡς ἐν Χριστῷ ἀδελφοί, καὶ μὴ τὸ ἀσυμπαθὲς πρὸς τοὺς πλησίον ἡμῶν, ἵνα μὴ ὡς ὁ δοῦλος κατακριθῶμεν, ὁ ἀνελεήμων, διὰ τὰ δηνάρια, καὶ ὡς ὁ Ἰούδας μεταμεληθέντες, μηδὲν ὠφελήσωμεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ, ἐλαλήθη πανταχοῦ, ὅτι ἐκύησας σαρκί, τὸν τῶν ὅλων Ποιητήν, Θεοτόκε Μαρία, πανύμνητε, καὶ ἀπειρόγαμε.

Ἀντίφωνον Ε' Ἦχος πλ. β'
Ὁ μαθητὴς τοῦ Διδασκάλου, συνεφώνει τὴν τιμήν, καὶ τριάκοντα ἀργυρίοις, πέπρακε τὸν Κύριον, φιλήματι δολίῳ παραδοὺς αὐτόν, τοῖς ἀνόμοις εἰς θάνατον.

Σήμερον ἔλεγεν ὁ Κτίστης Οὐρανοῦ καὶ γῆς, τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἤγγικεν ἡ ὥρα, καὶ ἔφθασεν Ἰούδας ὁ παραδιδούς με, μὴ τίς με ἀρνήσηται, βλέπων με ἐν τῷ Σταυρῷ, ἐν μέσῳ δύο λῃστῶν· πάσχω γὰρ ὡς ἄνθρωπος, καὶ σώζω ὡς φιλάνθρωπος, τοὺς εἰς ἐμὲ πιστεύοντας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ ἀρρήτως, ἐπ' ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα, τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε, τοὺς σὲ μεγαλύνοντας.

Ἀντίφωνον ς' Ἠχος βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας, παραδοῦναι τὸν Κύριον, τὸν πρὸ τῶν αἰώνων Σωτῆρα τοῦ Κόσμου, τὸν ἐκ πέντε ἄρτων, χορτάσαντα πλήθη. Σήμερον ὁ ἄνομος, ἀρνεῖται τὸν Διδάσκαλον, μαθητὴς γενόμενος, Δεσπότην παρέδωκεν, ἀργυρίῳ πέπρακε, τὸν μάννα χορτάσαντα τὸν ἄνθρωπον.

Σήμερον τῷ σταυρῷ προσήλωσαν, Ἰουδαῖοι τὸν Κύριον, τὸν διατεμόντα τὴν θάλασσαν ῥάβδῳ, καὶ διαγαγόντα αὐτοὺς ἐν ἐρήμῳ. Σήμερον τῇ λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἐκέντησαν, τοῦ πληγαῖς μαστίξαντος, ὑπὲρ αὐτῶν τὴν Αἴγυπτον, καὶ χολὴν ἐπότισαν, τὸν μάννα, τροφὴν αὐτοῖς ὀμβρήσαντα.

Κύριε ἐπὶ τὸ πάθος τὸ ἑκούσιον παραγενόμενος, ἐβόας τοῖς Μαθηταῖς σου· κἂν μίαν ὥραν οὐκ ἰσχύσατε, ἀγρυπνῆσαι μετ΄ ἐμοῦ, πῶς ἐπηγγείλατε ἀποθνῄσκειν δι' ἐμὲ; κὰν τὸν Ἰούδαν θεάσασθε, πῶς οὐ καθεύδει, ἀλλὰ σπουδάζει προδοῦναί με τοῖς παρανόμοις; ἐγείρεσθε, προσεύξασθε, μὴ τίς με ἀρνήσηται, βλέπων με ἐν τῷ σταυρῷ. Μακρόθυμε δόξα σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Θεοτόκε ἡ τὸν ἀχώρητον ἐν Οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, δι' ἧς ἡμῖν ἔλαμψεν ὁ Ἐμμανουήλ, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Κάθισμα Ἦχος βαρὺς
Ποῖός σε τρόπος Ἰούδα, προδότην τοῦ Σωτῆρος εἰργάσατο; μὴ τοῦ χοροῦ σε τῶν Ἀποστόλων ἐχώρισε; μὴ τοῦ χαρίσματος τῶν ἰαμάτων ἐστέρησε; μὴ συνδειπνήσας ἐκείνοις, σὲ τῆς τραπέζης ἀπώσατο; μὴ τῶν ἄλλων νίψας τοὺς πόδας, τοὺς σοὺς ὑπερεῖδεν; ὢ πόσων ἀγαθῶν, ἀμνήμων ἐγένου! καὶ σοῦ μὲν ἡ ἀχάριστος, στηλιτεύεται γνώμη, αὐτοῦ δὲ ἡ ἀνείκαστος, μακροθυμία κηρύττεται, καὶ τὸ μέγα ἔλεος.

Εὐαγγέλιον Γ'
Κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται...
... καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.

Ἀντίφωνον Ζ' Ἦχος πλ. δ'
Τοῖς συλλαβοῦσί σε παρανόμοις, ἀνεχόμενος, οὕτως ἐβόας Κύριε· Εἰ καὶ ἐπατάξατε τὸν ποιμένα, καὶ διεσκορπίσατε τὰ δώδεκα πρόβατα τοὺς Μαθητάς μου, ἠδυνάμην πλείους, ἢ δώδεκα λεγεῶνας παραστῆσαι Ἀγγέλων· ἀλλὰ μακροθυμῶ, ἵνα πληρωθῇ, ἃ ἐδήλωσα ὑμῖν διὰ τῶν Προφητῶν μου, ἄδηλα καὶ κρύφια. Κύριε δόξα σοι.

Τρίτον ἀρνησάμενος ὁ Πέτρος, εὐθέως τὸ ῥηθὲν αὐτῷ συνῆκεν· ἀλλὰ προσήγαγέ σοι δάκρυα μετανοίας. Ὁ Θεὸς ἱλάσθητί μοι καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς πύλην σωτήριον καὶ Παράδεισον τερπνόν, καὶ φωτὸς ἀϊδίου, νεφέλην ὑπάρχουσαν, τὴν ἁγίαν Παρθένον ὑμνήσωμεν ἅπαντες, λέγοντες τὸ Χαῖρε αὐτῇ.

Ἀντίφωνον Η' Ἦχος β'
Εἴπατε παράνομοι· Τί ἠκούσατε παρὰ τοῦ Σωτῆρος ἡμῶν, οὐ νόμον ἐξέθετο, καὶ τῶν, Προφητῶν τὰ διδάγματα; πῶς οὖν ἑλογίσασθε Πιλάτῳ παραδοῦναι, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, καὶ λυτρωτὴν τῶν ψυχῶν ἡμῶν.

Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντ' εὐεργέτου, ᾐτοῦντο λαβεῖν, οἱ τῶν δικαίων φονευταί, ἐσιώπας δὲ Χριστέ, φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὅτι οὐκ ἔχομεν παρρησίαν, διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρός, πρὸς εὐμένειαν Δεσπότου, μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.

Ἀντίφωνον θ' Ἦχος γ'
Ἔστησαν τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ. Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σάρξ ἀσθενής, διὰ τοῦτο γρηγορεῖτε.

Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· σὺ δὲ Κύριε ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Οἱ ἐξ ἐθνῶν ὑμνοῦμέν σε Θεοτόκε ἁγνή, ὅτι Χριστὸν τὸν Θεὸν ἡμῶν ἔτεκες, τὸν ἐκ τῆς κατάρας τοὺς ἀνθρώπους, διὰ σοῦ ἐλευθερώσαντα.

Κάθισμα Ἦχος πλ. δ'
Ὢ πῶς Ἰούδας ὁ ποτέ σου μαθητής, τὴν προδοσίαν ἐμελέτα κατὰ σοῦ! συνεδείπνησε δολίως, ὁ ἐπίβουλος καὶ ἄδικος, πορευθεὶς εἶπε τοῖς Ἱερεῦσι· Τί μοι παρέχετε, καὶ παραδώσω ὑμῖν ἐκεῖνον, τὸν νόμον λύσαντα, καὶ βεβηλοῦντα τὸ Σάββατον; Μακρόθυμε Κύριε δόξα σοι.

Εὐαγγέλιον Δ'
Κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ ἄγουσι τὸν Ἰησοῦν...
... τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ.

Ἀντίφωνον Ι' Ἦχος πλ. β'
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, γυμνὸς εἰς κρίσιν ἵστατο, καὶ ἐν σιαγόνι, ῥάπισμα ἐδέξατο, ὑπὸ χειρῶν ὧν ἔπλασεν, ὁ δὲ παράνομος λαός, τῷ σταυρῷ προσήλωσε, τὸν Κύριον τῆς δόξης, τότε τὸ καταπέτασμα τοῦ Ναοῦ ἐσχίσθη, ὁ ἥλιος ἐσκότασε, μὴ φέρων θεάσασθαι, Θεὸν ὑβριζόμενον, ὃν τρέμει τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

Ὁ μαθητὴς ἠρνήσατο, ὁ Λῃστὴς ἐβόησε· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Εἰρήνευσον τὸν Κόσμον, ὁ ἐκ Παρθένου καταδεξάμενος Κύριε, σάρκα φορέσαι ὑπὲρ δούλων, ἵνα συμφώνως, σὲ δοξολογοῦμεν φιλάνθρωπε.

Ἀντίφωνον ΙΑ' Ἦχος πλ. β'
Ἀντὶ ἀγαθῶν, ὧν ἐποίησας Χριστέ, τῷ γένει τῶν Ἑβραίων σταυρωθῆναί σε κατεδίκασαν, ὄξος καὶ χολήν σε ποτίσαντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε κατὰ τὰ ἔργα αὐτῶν, ὅτι οὐ συνῆκαν, τὴν σὴν συγκατάβασιν.

Ἐπὶ τῇ προδοσίᾳ οὐκ ἠρκέσθησαν Χριστὲ τὰ γένη τῶν Ἑβραίων, ἀλλ' ἐκίνουν τὰς κεφαλὰς αὐτῶν, μυκτηρισμὸν καὶ χλεύην προσάγοντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι κενά, κατὰ σοῦ ἐμελέτησαν.

Οὔτε γῆ ὡς ἐσείσθη, οὔτε πέτραι ὡς ἐρράγησαν, Ἑβραίους ἔπεισαν, οὔτε τοῦ Ναοῦ τὸ καταπέτασμα, οὔτε τῶν νεκρῶν ἡ ἀνάστασις. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι κενά, κατὰ σοῦ ἐμελέτησαν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως, σὲ ἀνυμνοῦντες μεγαλύνομεν.

Ἀντίφωνον ΙΒ' Ἦχος πλ. δ'
Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις· Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας; ἀντὶ τοῦ μάννα χολήν, ἀντὶ τοῦ ὕδατος ὄξος, ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε· οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰ ἔθνη, κᾀκεῖνα με δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, κᾀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον.

Σήμερον τοῦ Ναοῦ τὸ καταπέτασμα, εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων· καὶ τὰς ἰδίας ἀκτῖνας, ὁ ἥλιος κρύπτει, Δεσπότην ὁρῶν σταυρούμενον.

Οἱ νομοθέται τοῦ Ἰσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, ὁ χορὸς τῶν Ἀποστόλων βοᾷ πρὸς ὑμᾶς. Ἰδε ναός, ὃν ὑμεῖς ἐλύσατε, ἴδε ἀμνός, ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, ἀλλ' ἐξουσίᾳ ἑαυτοῦ ἀνέστη. Μὴ πλανᾶσθε Ἰουδαῖοι· αὐτὸς γάρ ἐστιν ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ θρέψας, αὐτός ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ Κόσμου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἡ πύλη τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ πάλιν ἐσφραγισμένην κατέλιπεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κάθισμα Ἦχος πλ. δ'
Ὅτε παρέστης τῷ Καϊάφᾳ ὁ Θεός, καὶ παρεδόθης τῷ Πιλάτῳ ὁ Κριτής, αἱ οὐράνιαι δυνάμεις, ἐκ τοῦ φόβου ἐσαλεύθησαν, τότε δὲ καὶ ὑψώθης ἐπὶ τοῦ ξύλου ἐν μέσῳ δύο λῃστῶν, καὶ ἑλογίσθης μετὰ ἀνόμων ὁ ἀναμάρτητος, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον. Ἀνεξίκακε Κύριε, δόξα σοι.

Εὐαγγέλιον Ε'
Κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, ἰδὼν Ἰούδας...
... ἵνα ἄρῃ τὸν Σταυρὸν αὐτοῦ.

Ἀντίφωνον ΙΓ' Ἦχος πλ. β'
Τὸ ἄθροισμα τῶν Ἰουδαίων, τῷ Πιλάτῳ ᾐτήσαντο, σταυρωθῆναί σε Κύριε· αἰτίαν γὰρ ἐν σοὶ μὴ εὐρόντες, τὸν ὑπεύθυνον Βαραββᾶν ἠλευθέρωσαν, καὶ σὲ τὸν Δίκαιον κατεδίκασαν, μιαιφονίας ἔγκλημα κληρωσάμενοι. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, τὸ ἀνταπόδομα αὐτῶν, ὅτι κενά, κατὰ σοῦ ἐμελέτησαν.

Ὃν πάντα φρίσσει καὶ τρέμει, καὶ πᾶσα γλῶσσα ὑμνεῖ, Χριστὸν Θεοῦ δύναμιν, καὶ Θεοῦ σοφίαν οἱ Ἱερεῖς ἐρράπισαν, καὶ ἔδωκαν αὐτῷ χολήν, καὶ πάντα παθεῖν κατεδέξατο, σῶσαι θέλων ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῷ ἰδίῳ αἵματι, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε ἡ τεκοῦσα, διὰ λόγου ὑπὲρ λόγον, τὸν Κτίστην τὸν ἴδιον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀντίφωνον ΙΔ' Ἦχος πλ. δ'
Κύριε, ὁ τὸν Λῃστὴν συνοδοιπόρον λαβών, τὸν ἐν αἵματι χεῖρας μολύναντα, καὶ ἡμᾶς σὺν αὐτῷ καταρίθμησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Μικρὰν φωνὴν ἀφῆκεν ὁ Λῃστὴς ἐν τῷ σταυρῷ, μεγάλην πίστιν εὗρε, μιᾷ ῥοπῇ ἐσώθη, καὶ πρῶτος Παραδείσου, πύλας ἀνοίξας εἰσῆλθεν. Ὁ αὐτοῦ τὴν μετάνοιαν προσδεξάμενος, Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἡ δι' Ἀγγέλου, τὴν χαρὰν τοῦ Κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα, τὸν Ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα γενέσθαι, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Ἀντίφωνον ΙΕ' Ἦχος πλ. β'
Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. (ἐκ γ'). Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. (ἐκ γ'). Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.

Μὴ ὡς Ἰουδαῖοι ἑορτάσωμεν· καὶ γὰρ τὸ Πάσχα ἡμῶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστὸς ὁ Θεός, ἀλλ' ἐκκαθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ, καὶ εἰλικρινῶς δεηθῶμεν αὐτῷ. Ἀνάστα Κύριε, σῶσον ἡμᾶς ὡς φιλάνθρωπος.

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν σταυρωθέντα, Θεὸν ἡμῶν ὑμνοῦμεν. Ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁρῶσά σε κρεμάμενον, Χριστέ, ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ πηγνύμενος, ζωῆς χορηγὲ;

Κάθισμα Ἦχος δ'
Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς καταρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷ σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι.

Εὐαγγέλιον ς'
Κατὰ Μᾶρκον
Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται ἀπήγαγον...
... καὶ πιστεύσωμεν αὐτῷ.

Εἶτα ψάλλομεν τοὺς Μακαρισμοὺς εἰς Στίχους η'
Ἦχος δ'
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. ΤΟ ΑΚΟΥΤΕ

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Τὸν τοῦ νόμου Ποιητήν, ἐκ μαθητοῦ ὠνήσαντο ἄνομοι, καὶ ὡς παράνομον αὐτόν, τῷ Πιλάτου βήματι ἔστησαν, κραυγάζοντες· Σταύρωσον, τὸν ἐν ἐρήμῳ τούτους μανναδοτήσαντα. Ἡμεῖς δὲ τὸν δίκαιον, Λῃστὴν μιμησάμενοι, πίστει κράζομεν· Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Τῶν θεοκτόνων ὁ ἑσμός, Ἰουδαίων ἔθνος τὸ ἄνομον, πρὸς Πιλᾶτον ἐμμανῶς, ἀνακράζων ἔλεγε· Σταύρωσον, Χριστὸν τὸν ἀνεύθυνον. Βαραββᾶν δὲ μᾶλλον οὗτοι ᾐτήσαντο. Ἡμεῖς δὲ φθεγγόμεθα, Λῃστοῦ τοῦ εὐγνώμονος, τὴν φωνὴν πρὸς αὐτόν. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Ἡ ζωηφόρος σου Πλευρά, ὡς ἐξ Ἐδὲμ πηγὴ ἀναβλύζουσα, τὴν Ἐκκλησίαν σου Χριστέ, ὡς λογικὸν ποτίζει Παράδεισον, ἐντεῦθεν μερίζουσα, ὡς εἰς ἀρχὰς εἰς τέσσαρα Εὐαγγέλια, τὸν Κόσμον ἀρδεύουσα, τὴν κτίσιν εὐφραίνουσα, καὶ τὰ ἔθνη πιστῶς, διδάσκουσα, προσκυνεῖν τὴν Βασιλείαν σου.

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.

Ἐσταυρώθης δι' ἐμέ, ἵνα ἐμοὶ πηγάσῃς τὴν ἄφεσιν, ἐκεντήθης τὴν πλευράν, ἵνα κρουνοὺς ζωῆς ἀναβλύσῃς μοι, τοῖς ἥλοις προσήλωσαι, ἵνα ἐγὼ τῷ βάθει τῶν παθημάτων σου, τὸ ὕψος τοῦ κράτους σου, πιστούμενος κράζω σοι ζωοδότα Χριστέ. Δόξα καὶ τῷ Σταυρῷ Σῶτερ, καὶ τῷ Πάθει σου.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Σταυρουμένου σου Χριστέ, πᾶσα ἡ κτίσις βλέπουσα ἔτρεμε, τὰ θεμέλια τῆς γῆς, διεδονεῖτο φόβῳ τοῦ κράτους σου, φωστῆρες ἐκρύπτοντο, καὶ τοῦ Ναοῦ ἐρράγη τὸ καταπέτασμα τὰ ὄρη ἐτρόμαξαν, καὶ πέτραι ἐσχίσθησαν, καὶ Λῃστὴς ὁ πιστός, κραυγάζει σοι σὺν ἡμῖν, Σωτὴρ τὸ Μνήσθητι.

Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Τὸ χειρόγραφον ἡμῶν, ἐν τῷ Σταυρῷ διέρρηξας Κύριε, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς, τὸν ἐκεῖσε τύραννον ἔδησας, ῥυσάμενος ἅπαντας ἐκ δεσμῶν θανάτου τῇ ἀναστάσει σου, δι' ἧς ἐφωτίσθημεν, φιλάνθρωπε Κύριε, καὶ βοῶμέν σοι· Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ, καὶ τοῦ θανάτου λύσας τὴν δύναμιν, καὶ ἐξαλείψας ὡς Θεός, τὸ καθ' ἡμῶν χειρόγραφον Κύριε, Λῃστοῦ τὴν μετάνοιαν, καὶ ἡμῖν παράσχου μόνε φιλάνθρωπε, τοῖς πίστει λατρεύουσι, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ βοῶσί σοι· Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Δόξα...
Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα πάντες τὸ ἅγιον, ὁμοφρόνως οἱ πιστοί, δοξολογεῖν ἀξίως εὐξώμεθα, Μονάδα Θεότητος, ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσιν, ἀσύγχυτον μένουσαν, ἁπλῆν, ἀδιαίρετον καὶ ἀπρόσιτον, δι' ἧς ἐκλυτρούμεθα, τοῦ πυρὸς τῆς κολάσεως.
Καὶ νῦν... Θεοτοκίον
Τὴν Μητέρα σου Χριστέ, τὴν ἐν σαρκὶ ἀσπόρως τεκοῦσάν σε, καὶ Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, αὐτήν σοι προσάγομεν, εἰς πρεσβείαν Δέσποτα πολυέλεε, πταισμάτων συγχώρησιν, δωρήσασθαι πάντοτε, τοῖς κραυγάζουσι· Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Προκείμενον Ἦχος δ'
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτόῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Στίχ. Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με.

Εὐαγγέλιον Ζ'
Κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντες οἱ στρατιῶται...
... ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.

Ὁ Ν'

Εὐαγγέλιον Η'
Κατὰ Λουκᾶν
Τῷ καιρῷ ἐκείνῳ, ἤγοντο σὺν τῷ Ἰησοῦ...
... ὁρῶσαι ταῦτα.

Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾨδὴ ε' Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.

Ῥυφθέντες πόδας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, τοῦ θείου νῦν Χριστέ, σοῦ οἱ ὑπηρέται, ἐκ Σιὼν ἐλαιῶνος, μέγα πρὸς ὄρος συνανῆλθον, ὑμνοῦντές σε φιλάνθρωπε.

Ὁρᾶτε ἔφης, φίλοι μὴ θροεῖσθε· νῦν γὰρ ἤγγικεν ὥρα, ληφθῆναί με κτανθῆναι χερσὶν ἀνόμων, πάντες δὲ σκορπισθήσεσθε, ἐμὲ λιπόντες, οὓς συνάξω, κηρῦξαί με φιλάνθρωπον.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».

Κοντάκιον Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι' ἡμᾶς Σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.
Ὁ Οἶκος
Τὸν ἴδιον Ἄρνα, ἡ ἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον, ἠκολούθει Μαρία, τρυχομένη μεθ' ἑτέρων γυναικῶν, ταῦτα βοῶσα· Ποῦ πορεύῃ Τέκνον, τίνος χάριν, τόν ταχὺν δρόμον τελεῖς; μὴ ἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ; Κᾀκεὶ νῦν σπεύδεις, ἵνα ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσης; συνέλθω σοι Τέκνον, ἢ μείνω σοι μᾶλλον, δός μοι λόγον Λόγε, μὴ σιγῶν παρέλθῃς με, ὁ ἁγνὴν τηρήσας με· σὺ γὰρ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Συναξάριον
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.
Στίχοι εἰς τὴν Σταύρωσιν
Ζῶν εἶ Θεὸς σύ, καὶ νεκρωθεὶς ἐν ξύλῳ,
Ὦ νεκρὲ γυμνέ, καὶ Θεοῦ ζῶντος Λόγε.
Ἕτεροι εἰς τὸν εὐγνώμονα Λῃστὴν
Κεκλεισμένας ἤνοιξε τῆς Ἐδὲμ πύλας,
Βαλὼν ὁ Λῃστὴς κλεῖδα τό, Μνήσθητί μου.

Τῇ ὑπερφυεῖ καὶ περὶ ἡμᾶς παναπείρῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.

ᾨδὴ η' Ὁ ΕἸρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν, κατὰ Χριστοῦ δὲ φρυαττόμενον ἄνομον συνέδριον, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας».

Ἀπὸ βλεφάρων Μαθηταί, νῦν ὕπνον ἔφης Χριστὲ τινάξατε· ἐν προσευχῇ δὲ γρηγορεῖτε, πειρασμῷ μήπως ὄλησθε, καὶ μάλιστα Σίμων· τῷ κραταιῷ γὰρ μείζων πεῖρας· γνῶθί με Πέτρε, ὃν πᾶσα κτίσις, εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.

Βέβηλον ἔπος τῶν χειλέων, οὔ ποτε προήσομαι Δέσποτα, σὺν σοὶ θανοῦμαι ὡς εὐγνώμων, κἂν οἱ πάντες ἀρνήσωνται, ἐβόησε Πέτρος, σάρξ οὐδὲ αἷμα, ὁ Πατὴρ σου ἀπεκάλυψέ μοι σέ, ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα
Βάθος σοφίας θεϊκῆς, καὶ γνώσεως οὐ πᾶν ἐξηρεύνησας, ἄβυσσον δέ μου τῶν κριμάτων, οὐ κατέλαβες ἄνθρωπε, ὁ Κύριος ἔφη· Σάρξ οὖν ὑπάρχων, μὴ καυχῶ· ἀρνήσῃ τρίτον γάρ με, ὃν πᾶσα κτίσις, εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
Καὶ νῦν...
Ἀπαγορεύεις, Σίμων Πέτρε, ὅπερ πείσῃ τάχος ὡς εἴρηται· καὶ σοὶ παιδίσκη, οἷα θᾷττον προσελθοῦσα πτοήσει σε, ὁ Κύριος ἔφη· πικρῶς δακρύσας, ἕξεις ὅμως εὐΐλατόν με, ὃν πᾶσα κτίσις, εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν, κατὰ Χριστοῦ δὲ φρυαττόμενον ἄνομον συνέδριον, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας».

ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ὀλέθριος σπεῖρα θεοστυγῶν, πονηρευομένων, θεοκτόνων συναγωγή, ἐπέστη Χριστέ σοι, καὶ ὡς ἄδικον εἷλκε, τὸν Κτίστην τῶν ἁπάντων, ὃν μεγαλύνομεν.

Νόμον ἀγνοοῦντες οἱ ἀσεβεῖς, φωνὰς Προφητῶν τε, μελετῶντες διακενῆς, ὡς πρόβατον εἷλκον, σὲ τὸν πάντων Δεσπότην, ἀδίκως σφαγιάσαι· ὃν μεγαλύνομεν.

Τοῖς ἔθνεσιν ἔκδοτον τὴν ζωήν, σὺν τοῖς Γραμματεύσιν, ἀναιρεῖσθαι οἱ Ἱερεῖς, παρέσχον, πληγέντες, αὐτοφθόνῳ κακίᾳ τὸν φύσει Ζωοδότην, ὃν μεγαλύνομεν.

Ἐκύκλωσαν κύνες ὡσεὶ πολλοί, ἐκρότησαν, Ἄναξ, σιαγόνα σὴν ῥαπισμῷ, ἠρώτων σε, σοῦ δέ, ψευδῆ κατεμαρτύρουν, καὶ πάντα ὑπομείνας, ἅπαντας ἔσωσας.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Τὸν Λῃστὴν αὐθημερόν, τοῦ Παραδείσου ἠξίωσας Κύριε, κᾀμὲ τῷ ξύλῳ τοῦ Σταυροῦ, φώτισον καὶ σῶσόν με. (ἐκ γ' )

Εὐαγγέλιον θ'
Κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ σταυρῷ...
... ὄψονται εἰς ὃν ἐξεκέντησαν.

Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ Ἰδιόμελα
Ἦχος γ'
Δύο καὶ πονηρὰ ἐποίησεν, ὁ πρωτότοκος υἱός μου Ἰσραήλ, ἐμὲ ἐγκατέλιπε, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξεν ἑαυτῷ φρέαρ συντετριμμένον, ἐμὲ ἐπὶ ξύλου ἐσταύρωσε, τὸν δὲ Βαραββᾶν ᾐτήσατο, καὶ ἀπέλυσεν· ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε· σὺ δὲ Ἰσραὴλ οὐκ ἐνετράπης, ἀλλὰ θανάτῳ με παρέδωκας. Ἄφες αὐτοῖς Πάτερ ἅγιε· οὐ γὰρ οἴδασι τί ἐποίησαν.(Δίς)

Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε, τὰς ἀκάνθας ἡ κεφαλή, ἡ ὄψις τὰ ἐμπτύσματα, αἱ σιαγόνες τὰ ῥαπίσματα, τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει, τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας. Ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον, αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ, τὰ ἄρθρα τοὺς ἥλους, καὶ ἡ πλευρὰ τὴν λόγχην. Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς. Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σταυρωθέντος σου Χριστέ, πᾶσα ἡ Κτίσις βλέπουσα ἔτρεμε, τὰ θεμέλια τῆς γῆς, διεδονήθησαν φόβῳ τοῦ κράτους σου· σοῦ γὰρ ὑψωθέντος σήμερον, γένος Ἑβραίων ἀπώλετο, τοῦ Ναοῦ τὸ καταπέτασμα, διερράγη διχῶς, τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ νεκροὶ ἐκ τῶν τάφων ἐξανέστησαν. Ἑκατόνταρχος ἰδὼν τὸ θαῦμα, ἔφριξε· παρεστῶσα δὲ ἡ Μήτηρ σου, ἐβόα θρηνῳδοῦσα μητρικῶς· Πῶς μὴ θρηνήσω, καὶ τὰ σπλάγχνα μου τύψω, ὁρῶσά σε γυμνόν, ὡς κατάκριτον ἐν ξύλῳ κρεμάμενον; Ὁ σταυρωθεὶς καὶ ταφείς, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Δόξα... Ἦχος πλ. β'
Ἐξέδυσάν με τὰ ἱμάτιά μου, καὶ ἐνέδυσάν με χλαμύδα κοκκίνην, ἔθηκαν ἐπὶ τὴν κεφαλήν μου, στέφανον ἐξ ἀκανθῶν, καὶ ἐπὶ τὴν δεξιάν μου χεῖρα, ἔδωκαν κάλαμον, ἵνα συντρίψω αὐτούς, ὡς σκεύη κεραμέως.
Καὶ νῦν...
Τὸν νῶτόν μου ἔδωκα εἰς μαστίγωσιν, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπεστράφη ἀπὸ ἐμπτυσμάτων, βήματι Πιλάτου παρέστην, καὶ σταυρὸν ὑπέμεινα, διὰ τὴν τοῦ κόσμου σωτηρίαν.

Εὐαγγέλιον Ι'
Κατὰ Μᾶρκον
Τῷ καιρῷ ἐκείνῳ ἐλθὼν Ἰωσήφ...
... ἐθεώρουν ποῦ τίθεται.

Εἶτα Σοὶ δόξα πρέπει... τό, Δόξα ἐν ὑψίστοις Θεῷ... ὁ δὲ Ἱερεὺς τὴν Συναπτήν, καὶ μετὰ τὴν Ἐκφώνησιν, Ὅτι Θεὸς ἐλέους..., εὐθὺς τὸ

Εὐαγγέλιον ΙΑ'
Κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ ἠρώτησε τὸν Πιλᾶτον...
... ἔθηκαν τὸν Ἰησοῦν.

Ἀπόστιχα
Ἰδιόμελα Ἦχος α'
Πᾶσα ἡ Κτίσις, ἠλλοιοῦτο φόβῳ, θεωροῦσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ. Ὁ ἥλιος ἐσκοτίζετο, καὶ γῆς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῷ τὰ πάντα κτίσαντι, ὁ ἑκουσίως δι' ἡμᾶς ὑπομείνας, Κύριε δόξα σοι.

Στίχ. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Ἦχος β'
Λαὸς δυσσεβὴς καὶ παράνομος, ἵνα τί μελετᾷ κενὰ; ἵνα τί τὴν ζωὴν τῶν ἁπάντων, θανάτῳ κατεδίκασε; Μέγα θαῦμα! ὅτι ὁ Κτίστης τοῦ Κόσμου, εἰς χεῖρας ἀνόμων παραδίδοται, καὶ ἐπὶ ξύλου ἀνυψοῦται ὁ φιλάνθρωπος, ἵνα τοὺς ἐν ᾍδῃ δεσμώτας ἐλευθερώσῃ, κράζοντας· Μακρόθυμε Κύριε δόξα σοι.

Στίχ. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

Σήμερον σὲ θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος ἐν Σταυρῷ, Λόγε ἀναρτώμενον, ὀδυρομένη μητρῷα σπλάγχνα, ἐτέτρωτο τὴν καρδίαν πικρῶς, καὶ στενάζουσα ὀδυνηρῶς ἐκ βάθους ψυχῆς, παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο· διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραγε γοερῶς· Οἴμοι θεῖον Τέκνον! οἴμοι τὸ φῶς τοῦ Κόσμου! τί ἔδυς ἐξ ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ. · ὅθεν αἱ στρατιαὶ τῶν Ἀσωμάτων, τρόμῳ συνείχοντο λέγουσαι· Ἀκατάληπτε Κύριε δόξα σοι.

Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Ἐπὶ ξύλου βλέπουσα, κρεμάμενον Χριστέ, σὲ τὸν πάντων Κτίστην καὶ Θεόν, ἡ σὲ ἀσπόρως τεκοῦσα, ἐβόα, πικρῶς· Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου; οὐ φέρω καθορᾶν σε, ἀδίκως σταυρούμενον· σπεῦσον οὖν ἀνάστηθι, ὅπως ἴδω κᾀγώ, σοῦ τὴν ἐκ νεκρῶν, τριήμερον ἐξανάστασιν.
Δόξα... Ἦχος πλ. δ'
Κύριε, ἀναβαίνοντός σου ἐν τῷ σταυρῷ, φόβος, καὶ τρόμος ἐπέπεσε τῇ Κτίσει, καὶ τὴν γῆν μὲν ἑκώλυες, καταπιεῖν τοὺς σταυροῦντάς σε, τῷ δὲ ᾍδῃ ἐπέτρεπες, ἀναπέμπειν τοὺς δεσμίους εἰς ἀναγέννησιν βροτῶν. Κριτὰ ζώντων καὶ νεκρῶν, ζωὴν ἦλθες παρασχεῖν, καὶ οὐ θάνατον, φιλάνθρωπε δόξα σοι.
Καὶ νῦν...
Ἤδη βάπτεται κάλαμος ἀποφάσεως, παρὰ κριτῶν ἀδίκων, καὶ Ἰησοῦς δικάζεται, καὶ κατακρίνεται σταυρῷ, καὶ πάσχει ἡ Κτίσις, ἐν σταυρῷ καθορῶσα τὸν Κύριον. Ἀλλ' ὁ φύσει σώματος δι' ἐμὲ πάσχων, ἀγαθὲ Κύριε δόξα σοι.

Εὐαγγέλιον ΙΒ'
Κατὰ Ματθαῖον
Τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν...
... σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

Λαός: Δόξα σοι, Κύριε, δόξα σοι.

Εἶτα, τό, Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι... Τρισάγιον Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., καὶ τὸ

Ἀπολυτίκιον Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις· Σωτὴρ ἡμῶν δόξα σοι.

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΩΡΩΝ
ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ
ΠΟΙΗΜΑ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΩΡΑ ΠΡΩΤΗ

Περὶ ὥραν β' τῆς ἡμέρας σημαίνει. Ἀλλάσσοντος δὲ τοῦ Ἱερέως, καὶ Εὐλογήσαντος, λέγομεν. Βασιλεῦ οὐράνιε..., Τρισάγιον, Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., Κύριε ἐλέησον, ιβ'. Δόξα... Καὶ νῦν... Δεῦτε προσκυνήσωμεν...γ' καὶ τοὺς ἑπομένους ψαλμούς.

Ψαλμὸς ε'
Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρῖνον αὐτούς, ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν, κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον. Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
Ψαλμὸς β'
Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενὰ; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν, ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ἐγω δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.
Ψαλμὸς κα'
Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου, ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Σὺ δὲ ἐν Ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐρρύσω αὐτούς. Πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν. Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων, καὶ ἐξουθένημα λαοῦ. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν, ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας. Ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ, μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλίψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων, καὶ ὠρυόμενος. Ὡσεὶ ὕδωρ ἐξεχύθη, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ἐγενήθη ἡ καρδία μου ὡσεί κηρός, τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. Ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτόῖς, καὶ ἐπὶ τόν ἱματισμόν μου ἔβαλον κλῆρον. Σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ' ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου πρόσχες. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε, οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἄπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν. Φοβηθήτω δὴ ἀπ' αὐτοῦ ἄπαν τὸ σπέρμα Ἰσραήλ, ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν, εἰσήκουσέ μου. Παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἐκκλησίᾳ μεγάλῃ ἐξομολογήσομαί σοι, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων σε. Φάγονται πένητες, καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Ἐφαγον, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαὶνοντες εἰς γῆν. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.

Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ'
Δόξα...
Τροπάριον Ἦχος α'
Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος, ἔσωσας ἡμᾶς, δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Τὶ σὲ καλέσωμεν, ὦ Κεχαριτωμένη; οὐρανόν; ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον; ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον, ὅτι ἔμεινας ἄφθορος. Ἁγνήν, Μητέρα; ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις Υἱόν, τὸν πάντων Θεόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα ψάλλομεν τὰ ἑπόμενα τρία Ἰδιόμελα, δευτεροῦντες αὐτά, τὸ πρῶτον χωρὶς Στίχων, τὸ δεύτερον μετὰ τῶν Στίχων, καὶ τὸ τρίτον εἰς τό, Δόξα, Καὶ νῦν, οὕτω ποιοῦντες καὶ εἰς τὰ ἐν ταῖς λοιπαῖς Ὥραις τοιαῦτα Τροπάρια.

Στιχηρὰ Ἰδιόμελα
Ἦχος πλ. δ'
Σήμερον τοῦ Ναοῦ τὸ καταπέτασμα, εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων, καὶ τὰς ἰδίας ἀκτῖνας, ὁ ἥλιος κρύπτει, Δεσπότην ὁρῶν σταυρούμενον.

Καὶ πάλιν τὸ αὐτὸ

Στίχ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενὰ;

Ὡς πρόβατον ἐπὶ σφαγήν, ἤχθης Χριστὲ Βασιλεῦ, καὶ ὡς ἀμνὸς ἄκακος, προσηλώθης τῷ σταυρῷ, ὑπὸ τῶν παρανόμων ἀνδρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.

Στίχ. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό.

Καὶ πάλιν τὸ αὐτὸ

Δόξα...
Τοῖς συλλαβοῦσί σε παρανόμοις, ἀνεχόμενος οὕτως ἐβόας Κύριε· Εἰ καὶ ἐπατάξατε τὸν ποιμένα, καὶ διεσκορπίσατε τὰ δώδεκα πρόβατα τοὺς Μαθητάς μου, ἠδυνάμην πλείους, ἢ δώδεκα λεγεῶνας, παραστῆσαι Ἀγγέλων· ἀλλὰ μακροθυμῶ, ἵνα πληρωθῇ, ἃ ἐδήλωσα ὑμῖν διὰ τῶν Προφητῶν μου, ἄδηλα καὶ κρύφια. Κύριε δόξα σοι.

Καὶ νῦν... Πάλιν τὸ αὐτὸ

Προκείμενον Ἦχος δ'
Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.
Στίχ. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΑ', 10-13)
Τάδε λέγει Κύριος· Λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτήν, τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς, καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστί. Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε, καὶ ἔστησαν τὸν μισθόν μου, τριάκοντα ἀργυροῦς. Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψομαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, καθὰ συνέταξέ μοι Κύριος.
Πρὸς Γαλάτας ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. ς' 14-18)
Ἀδελφοί, ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰμὴ ἐν τῷ Σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ Κόσμος ἐσταύρωται, κᾀγὼ τῷ Κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτω στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.
Εὐαγγέλιον
Κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, πρωΐας γενομένης...
... καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

Εἶτα, Τρισάγιον Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., καὶ τὸ παρὸν

Κοντάκιον Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Τό, Κύριε ἐλέησον, μ', ὁ ἐν παντὶ καιρῷ... Κύριε ἐλέησον, γ' Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν τῶν Χερουβίμ..., Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ ὁ δὲ Ἱερεὺς ἐκφωνεῖ, ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν

Εὐχὴν
Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμὴν

ΩΡΑ ΤΡΙΤΗ

Τρισάγιον. Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., Κύριε ἐλέησον, ιβ'. Δόξα... Καὶ νῦν... Δεῦτε προσκυνήσωμεν..., γ'. Εἶτα τοὺς ἑπομένους Ψαλμούς.

Ψαλμὸς λδ'
Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με πολέμησον τοὺς πολεμοῦντάς με. Ἐπιλαβοῦ, ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν μου. Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με. Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ. Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. Γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ Ἀγγελος Κυρίου ἐκθλίβων αὐτούς. Γενηθήτω ἡ ὁδός αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ Ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ὅτι δωρεὰν ἔκρυψάν μοι, διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. Ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε, συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Ἐγὼ δέ, ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ, οὕτως εὐηρέστουν, ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. Καὶ κατ' ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν, συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν, ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν. Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοὶ ἀδίκως, οἱ μισοῦντές με δωρεάν, καὶ διανεύοντες ὀφθαλμοῖς. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο. Ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, εἶπον· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς. Κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου, καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι. Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν. Εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν, μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόν. Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου. Ἐνδυσάσθωσαν αἰσχύνην, καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ' ἐμέ. Ἀγαλλιάσθωσαν, καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.
Ψαλμὸς ρη'
Ὁ Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιὲβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί, καὶ ἡ γυνὴ αὐτοῦ χήρα. Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντός, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα, καὶ πτωχόν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. Καὶ ἐνεδύσατο κατάραν, ὡς ἱμάτιον, καὶ εἰσῆλθεν, ὡσεὶ ὕδωρ, εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον, ἐν τοῖς ὀστέοις αὐτοῦ. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται. Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου, καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Καὶ σύ, Κύριε, Κύριε, ποίησον μετ' ἐμοῦ, ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτήν, ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἡλλοιώθη δι' ἔλαιον, κᾀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς, εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σύ, Κύριε, ἐποίησας αὐτήν. Καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις, οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλέσθωσαν, ὡς διπλοΐδα, αἰσχύνην αὐτῶν. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.
Ψαλμὸς ν'
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν, καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς, ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν, καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον γ' Δόξα...

Τροπάριον Ἦχος πλ. β'
Κύριε, κατέκρινάν σε οἱ Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν, ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ. Χριστὲ ὁ Θεὸς δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ'
Διὰ τὸν φόβον τῶν Ἰουδαίων, ὁ φίλος σου καὶ ὁ πλησίον Πέτρος, ἠρνήσατό σε Κύριε, καὶ ὀδυρόμενος οὕτως ἐβόα· Τῶν δακρύων μου μὴ παρασιωπήσῃς· εἶπα γὰρ φυλάξαι τὴν πίστιν οἰκτίρμον, καὶ οὐκ ἐφύλαξα, καὶ ἡμῶν τὴν μετάνοιαν, οὕτω δέξαι, καὶ ἐλέησον ἡμᾶς.

Καὶ πάλιν τὸ αὐτὸ

Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου.

Πρὸ τοῦ τιμίου σου Σταυροῦ, στρατιωτῶν ἐμπαιζόντων σε Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ἀνεδήσω γὰρ στέφανον ὕβρεως, ὁ τὴν γῆν ζωγραφήσας τοῖς ἄνθεσι, καὶ τὴν χλαῖναν χλευαζόμενος ἐφόρεσας, ὁ νεφέλαις περιβάλλων τὸ στερέωμα· τοιαύτη γὰρ οἰκονομία, ἐγνώσθη σου ἡ εὐσπλαγχνία, Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.

Στίχ. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

Καὶ πάλιν τὸ αὐτὸ

Δόξα... Ἦχος πλ. α'
Ἑλκόμενος ἐπὶ σταυροῦ, οὕτως ἐβόας Κύριε· Διὰ ποῖον ἔργον, θέλετέ με σταυρῶσαι Ἰουδαῖοι; ὅτι τοὺς παραλύτους ὑμῶν συνέσφιγξα; ὅτι τοὺς νεκρούς, ὡς ἐξ ὕπνου ἀνέστησα; Αἱμόρρουν ἰασάμην, Χαναναίαν ἠλέησα, διὰ ποῖον ἔργον θέλετέ με φονεῦσαι Ἰουδαῖοι; ἀλλ' ὄψεσθε εἰς ὃν νῦν ἐκκεντᾶτε, Χριστὸν παράνομοι.

Καὶ νῦν... πάλιν τὸ αὐτὸ

Προκείμενον Ἦχος δ'
Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Ν', 4-11 )
Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωῒ πρωΐ, προσέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ Κύριος, Κύριος βοηθός μου ἐγενήθη. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με. Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα, καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. Ἰδοὺ Κύριος, Κύριος βοηθήσει μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς, ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρισασθε ἐπὶ τῷ Θεῷ. Ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶ κατισχύετε φλόγα, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε, δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. Ε', 6-10)
Ἀδελφοί, ἔτι Χριστός, ὄντων ἡμῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι, ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πολλῷ οὖν μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ Αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες, κατηλλάγημεν τῷ Θεῷ, διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατα Μᾶρκον
Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται...
... αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν, κατευοδῶσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν.

Τρισάγιον Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., καὶ τὸ

Κοντάκιον ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Τό, Κύριε ἐλέησον, μ'. Ὁ ἐν παντὶ καιρῷ..., Κύριε ἐλέησον, γ'. Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν..., Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. ὁ Ἱερεύς. ὁ Θεός οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν.

Εὐχὴν
Δέσποτα Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστὲ καὶ ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν, καί, οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΩΡΑ ΕΚΤΗ

Τρισάγιον. Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., Κύριε ἐλέησον, ιβ', Δεῦτε προσκυνήσωμεν... γ', καὶ τοὺς παρόντας Ψαλμούς.

Ψαλμὸς νγ'
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με, ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου, ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν, ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
Ψαλμὸς ρλθ'
Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Οἵ τινες ἑλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους. Ἠκόνησαν γλῶσσαν αὐτῶν, ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου. Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι, καὶ σχοινίοις διέτειναν παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ, ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου, ἐν ἡμέρᾳ πολέμου. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ, διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μή ποτε ὑψωθῶσιν. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.
Ψαλμὸς 90
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν, ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιείς, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, ὅτι τοῖς Ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν, σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ' Δόξα...


Τροπάριον Ἦχος β'
Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστε ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα, τὰ ἔθνη, κράζοντα· Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Ὅτι οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας, ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.

Ἦχος πλ. δ'
Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις· Λαός μου, τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. Λαός μου, τί ἐποίησά σοι; καὶ τί μοι ἀνταπέδωκας; ἀντὶ τοῦ μάννα, χολήν, ἀντὶ τοῦ ὕδατος, ὄξος, ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε· οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰ ἔθνη, κᾀκεῖνά με δοξάσουσι σὺν τῷ Πατρὶ καὶ Πνεύματι, κᾀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον.

Καὶ πάλιν τὸ αὐτὸ

Στίχ. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

Οἱ νομοθέται τοῦ Ἰσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, ὁ χορὸς τῶν Ἀποστόλων, βοᾷ πρὸς ὑμᾶς· Ἴδε ναός, ὃν ὑμεῖς ἐλύσατε. Ἴδε ἀμνός, ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, ἀλλ' ἐξουσίᾳ ἑαυτοῦ ἀνέστη. Μὴ πλανᾶσθε Ἰουδαῖοι· αὐτὸς γάρ ἐστιν ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ θρέψας, αὐτός ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ Κόσμου.

Στίχ. Σῶσόν με ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.

Καὶ πάλιν τὸ αὐτό.

Δόξα... Ἦχος πλ. α'
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, τί συνεβουλεύσατο Ἰούδας ὁ προδότης, σὺν ἱερεῦσιν ἀνόμοις, κατὰ τοῦ Σωτῆρος ἡμῶν, σήμερον ἔνοχον θανάτου, τὸν ἀθάνατον Λόγον πεποίηκαν, καὶ Πιλάτῳ προδώσαντες, ἐν τόπῳ Κρανίου ἐσταύρωσαν, καὶ ταῦτα πάσχων, ἐβόα ὁ Σωτὴρ ἡμῶν λέγων· Ἄφες αὐτοῖς Πάτερ τὴν ἁμαρτίαν ταύτην, ὅπως γνῶσι τὰ ἔθνη, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

Καὶ νῦν... Πάλιν τὸ αὐτὸ

Προκείμενον Ἦχος δ'
Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!
Στίχ. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα
(Κεφ. ΝΒ' 13 - ΝΔ', 1)
Τάδε λέγει Κύριος· Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται, καὶ μετεωρισθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων. Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν, ὅτι, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν, ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἑλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἑλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἀνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ, ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἵρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηρούς, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους, ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ βούλεται Κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον, καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἑλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Εὐφράνθητι στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. Β', 11-18)
Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες, δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ. Καὶ πάλιν. Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ΄ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου, διαπαντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας· οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς Ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γάρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Εὐαγγέλιον
Κατὰ Λουκᾶν
Τῷ καιρῷ ἐκείνῳ, ἤγοντο σὺν τῷ Ἰησοῦ...
... ὁρῶσαι ταῦτα.

Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἑπτωχεύσαμεν σφόδρα, βοήθησον ἡμῖν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Τρισάγιον, Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., καὶ τὸ

Κοντάκιον ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρια ἐπὶ τοῦ ξύλου καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Κύριε ἐλέησον, μ' ὁ ἐν παντὶ καιρῷ..., Κύριε ἐλέησον. γ'. Δόξα... Καὶ νῦν... Τὴν Τιμιωτέραν..., Ἐν ὀνόματι Κυρίου εὐλόγησον Πάτερ. Ὁ Ἱερεύς. ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν

Εὐχὴν
Θεὲ καὶ Κύριε τῶν δυνάμεων, καὶ πάσης κτίσεως δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου, τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ, τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους, αὐτός, Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας καὶ ἱκετηρίους ἐντεύξεις, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς, ἵνα πρὸς σὲ διαπαντὸς ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπομεν, τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΩΡΑ ΕΝΑΤΗ

Τρισάγιον. Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., Δεῦτε προσκυνήσωμεν... γ', καὶ τοὺς ἑπομενους ψαλμούς.

Ψαλμὸς ξη'
Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις, ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Ἐκοπίασα κράζων, ἑβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν. Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως, ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον, ὁ Θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων, μηδὲ ἐντραπείησαν ἐπ' ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον. Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε, καιρὸς εὐδοκίας. Ὁ Θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ, ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου. Ἐναντίον σου πάντες οἱ θλίβοντές με, ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχὴ μου, καὶ ταλαιπωρίαν. Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Γενηθήτω ἡ τράπεζα αὐτῶν, ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν. Ὅτι, ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου. Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου. Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μέτ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει. Καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς. Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν, ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν. Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν. Καὶ τὸ σπέρμα τῶν δούλων σου καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.
Ψαλμὸς ξθ'
Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν, καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης. Ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ. Κύριε, μὴ χρονίσῃς.
Ψαλμὸς πε'
Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι, σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τόν ἐλπίζοντα ἐπὶ σὲ. Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν, εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ὅτι σύ, Κύριε, χρηστός, καὶ ἐπιεικής, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ, καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾍδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.

Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον γ' Δόξα...

Τροπάριον Ἦχος πλ. δ'
Βλέπων ὁ Ληστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐπὶ Σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαὶνετο. Ἀλλ' ὁ πάντων ἀνεχόμενος· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ. Ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπερ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἦχος βαρὺς
Θάμβος ἦν κατιδεῖν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐπὶ Σταυροῦ κρεμάμενον, ἥλιον σκοτισθέντα, τὴν ἡμέραν δὲ πάλιν εἰς νύκτα μετελθοῦσαν, καὶ τὴν γῆν ἐκ τάφων ἀναπέμπουσαν, σώματα νεκρῶν, μεθ' ὧν προσκυνοῦμέν σε, σῶσον ἡμᾶς.

Καὶ πάλιν τὸ αὐτὸ

Στίχ. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Ἦχος β'
Ὅτε σὲ Σταυρῷ προσήλωσαν παράνομοι, τὸν Κύριον τῆς δόξης, ἐβόας πρὸς αὐτούς· τί ὑμᾶς ἐλύπησα; ἢ ἐν τίνι παρώργισα; πρὸ ἐμοῦ, τίς ὑμᾶς ἐρρύσατο ἐκ θλίψεως; καὶ νῦν, τί μοι ἀνταποδίδοτε; πονηρὰ ἀντὶ ἀγαθῶν, ἀντὶ στύλου πυρὸς Σταυρῷ με προσηλώσατε, ἀντὶ νεφέλης, τάφον μοι ὠρύξατε, ἀντὶ τοῦ μάννα, χολὴν μοι προσηνέγκατε, ἀντὶ τοῦ ὕδατος, ὄξος με ἐποτίσατε. Λοιπὸν καλῶ τὰ ἔθνη, κᾀκεῖνά με δοξάσουσι, σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι.

Στίχ. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

Καὶ πάλιν τὸ αὐτὸ

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. (ἐκ γ' ). Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδὴ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. (ἐκ γ). Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.

Προκείμενον Ἦχος πλ. β'
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.
Στίχ. Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΑ', 18-23, ΙΒ', 1-5, 9-11, 14-15)
Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι. Τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν, ἐγὼ δέ, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Ἐπ' ἐμὲ ἑλογίσαντο λογισμόν πονηρόν, λέγοντες· Δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Κύριε τῶν δυνάμεων, κρίνων δίκαια, δοκιμάζων νεφρούς, καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθώθ, τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μή, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν. Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς, οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ. Τι ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα, ἐφύτευσας αὐτούς, καὶ ἐρριζώθησαν, ἐτεκνοποιήσαντο, καὶ ἐποίησαν καρπόν, ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Καὶ σύ, Κύριε, γινώσκεις με, οἶδας με, καὶ δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου, ἄθροισον αὐτοὺς ὥσπερ πρόβατα εἰς σφαγήν, ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν. Ἕως πότε πενθήσει ἡ γῆ, καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ, ξηρανθήσεται, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπον· οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς τιμῶν, σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε. Συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον, ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας. Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου τῷ Ἰσραήλ. Ἰδοὺ ἐγὼ ἀνασπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν, καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτούς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτούς, καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. Ι', 19-31)
Ἀδελφοί, ἔχοντες παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, ἐν τῷ Αἵματι Ἰησοῦ, ἣν ἀνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος (τοὐτέστι, τῆς σαρκὸς αὐτοῦ) καὶ Ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ (πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος), καὶ κατανοῶμεν ἀλλήλους, εἰς παροξυσμόν ἀγάπης, καὶ καλῶν ἔργων, μὴ ἐγκαταλιπόντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὄσῳ βλέπετε ἐγγίζουσαν τήν ἡμέραν. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει, πόσῳ (δοκεῖτε) χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθῃ, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Οἴδαμεν γὰρ τὸν εἰπόντα. Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν, Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.

Εὐαγγέλιον
Κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν...
... ὄψονται εἰς ὃν ἐξεκέντησαν.

Μὴ δὴ παραδῴης ἠμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραήλ, τὸν ἅγιόν σου.

Τρισάγιον. Παναγία Τριάς..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., καὶ τὸ

Κοντάκιον ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι' ἡμᾶς σταυρωθέντα δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Κύριε ἐλέησον, μ' ὁ ἐν παντὶ καιρῷ..., Κύριε ἐλέησον, γ'. Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν...,' Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. Ὁ Ἱερεύς. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν ἑπομένην

Εὐχὴν
Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ Ξύλου κρεμάμενος, τῷ εὐγνώμονι Λῃστῇ, τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἑσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης σου, καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός, καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι, καὶ οὕτω, τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα λέγομεν χῦμα τοὺς Μακαρισμούς.

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε... καὶ τοὺς λοιπούς. Χορὸς ὁ ἐπουράνιος..., Πιστεύω εἰς ἕνα Θεόν..., Ἄνες, ἄφες..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν..., καὶ τὸ

Κοντάκιον ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι' ἡμᾶς σταυρωθέντα δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Εἶτα, Κύριε ἐλέησον ιβ', Εἴη τὸ ὄνομα Κυρίου..., ἐκ γ' καὶ τὸν Ψαλμόν, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ...

Δεν υπάρχουν σχόλια: