Κυριακή, 27 Ιουλίου 2014

Ορθόδοξη πίστη

Ποιές είναι οι δέκα εντολές;


moisis-660x330
Κείμενο – Εξοδος Κ’, 1-18
1 Και ελάλησε Κύριος πάντας τους λόγους τούτους λέγων· 2 εγώ ειμι Κύριος ο Θεός σου, όστις εξήγαγόν σε εκ γης Αιγύπτου, εξ οίκου δουλείας. 3 ουκ εσονταί σοι θεοί έτεροι πλην εμού. 4 ου ποιήσεις σεαυτώ είδωλον, ουδέ παντός ομοίωμα, όσα εν τω ουρανώ άνω και όσα εν τη γη κάτω και όσα εν τοις υδασιν υποκάτω της γης. 5 ου προσκυνήσεις αυτοίς, ουδέ μη λατρεύσεις αυτοίς· εγώ γάρ ειμί Κύριος ο Θεός
σου, Θεός ζηλωτής, αποδιδούς αμαρτίας πατέρων επί τέκνα, έως τρίτης και τετάρτης γενεάς τοις μισούσι με 6 και ποιών έλεος εις χιλιάδας τοις αγαπώσι με και τοις φυλάσσουσι τα προστάγματά μου. 7 ου λήψει το όνομα Κυρίου του Θεού σου επί ματαίω· ου γαρ μη καθαρίση Κύριος ο Θεός σου τον λαμβάνοντα το όνομα αυτού επί ματαίω. 8 μνήσθητι την ημέρα των σαββάτων αγιάζειν αυτήν. 9 εξ ημέρας εργά και ποιήσεις πάντα τα έργα σου· 10 τη δε ημέρα τη εβδόμη σάββατα Κυρίω τω Θεω σου· ου ποιήσεις εν αυτή παν έργον, συ και ο υιός σου και η θυγάτηρ σου, ο παις σου και η παιδίσκη σου, ο βους σου και το υποζύγιόν σου και παν κτηνος σου και ο προσήλυτος ο παροικων εν σοί. 11 εν γαρ εξ ημέραις εποίησε Κύριος τον ουρανόν και την γην και την θάλασσαν και πάντα τα εν αυτοίς και κατέπαυσε τη ημέρα τη εβδόμη· δια τούτο ευλόγησε Κύριος την ημέραν την εβδόμην και ηγίασεν αυτήν. 12 τίμα τον πατέρα σου και την μητέρα σου, ίνα ευ σοι γένηται, και ίνα μακροχρόνιος γένη επί της γης της αγαθής, ης Κύριος ο Θεός σου δίδωσί σοι. 13 ου μοιχεύσεις. 14 ου κλέψεις. 15 ου φονεύσεις. 16 ου ψευδομαρτυρήσεις κατά του πλησίον σου μαρτυρίαν ψευδή. 17 ουκ επιθυμήσεις την γυναίκα του πλησίον σου. ουκ επιθυμήσεις την οικίαν του πλησίον σου ούτε τον αγρόν αυτού ούτε τον παίδα αυτού ούτε την παιδίσκην αυτού ούτε του βοός αυτού ούτε του υποζυγίου αυτού ούτε παντός κτήνους αυτού ούτε όσα τω πλησίον σου εστί.
Οι Δέκα εντολές
1. Εγώ είμι Κύριος ο Θεός σου, ουκ έσονταί σοι θεοί έτεροι πλην εμού.
2. Ου ποιήσεις σεαυτώ είδωλον, ουδέ παντός ομοίωμα, όσα εν τω ουρανώ άνω και όσα εν τη γη κάτω και όσα εν τοις υδασιν υποκάτω της γης.
3. Ου λήψει το όνομα Κυρίου του Θεού σου επί ματαίω·
4. Εξ ημέρας εργά και ποιήσεις πάντα τα έργα σου· τη δε ημέρα τη εβδόμη σάββατα Κυρίω τω Θεω σου·
5. Τίμα τον πατέρα σου και την μητέρα σου, ίνα ευ σοι γένηται, και ίνα μακροχρόνιος γένη επί της γης.
6. Ου μοιχεύσεις.
7. Ου κλέψεις.
8. Ου φονεύσεις.
9. Ου ψευδομαρτυρήσεις κατά του πλησίον σου μαρτυρίαν ψευδή.
10. Ουκ επιθυμήσεις πάντα όσα τω πλησίον σου εστι.


Δεν υπάρχουν σχόλια: